Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀφικόμενοι δὲ πρὸς τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ παρὸν ἑξαμήνους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν σύγκλητον.

ὁ δὲ Πόπλιος, πάλαι πρὸς τὰς κατὰ τὴν Ἀσίαν πράξεις παρωρμημένος, ταχέως ἔπεισε τὸν ἀδελφὸν ὑπακοῦσαι τοῖς ἀξιουμένοις.

γραφεισῶν δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Μάνιος, λύσας τὴν πολιορκίαν καὶ παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς περὶ τὸν Λεύκιον, εὐθέως ἀπηλλάττετο μετὰ τῶν χιλιάρχων εἰς τὴν Ῥώμην.

οἱ δὲ Φωκαιεῖς, τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευόμενοι, τὰ δὲ τὰς ἐπιταγὰς δυσχερῶς φέροντες, ἐστασίαζον. —

ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν σιτοδείαν καὶ τὴν τῶν Ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέπεμψαν πρεσβευτὰς πρὸς Σέλευκον, ὄντα πρὸς τοῖς ὅροις τῆς χώρας αὐτῶν,

ἀξιοῦντες μὴ πελάζειν τῆς πόλεως, ὅτι πρόκειται σφίσι τὴν ἡσυχίαν ἄγειν καὶ καραδοκεῖν τὴν τῶν ὅλων κρίσιν, μετὰ δὲ ταῦτα πειθαρχεῖν τοῖς εἰρημένοις.

ἦσαν δὲ τῶν πρεσβευτῶν ἴδιοι μὲν τοῦ Σελεύκου καὶ ταύτης τῆς ὑποθέσεως Ἀρίσταρχος καὶ Κάσσανδρος καὶ Ῥόδων, ἐναντίοι δὲ καὶ πρὸς Ῥωμαίους ἀπονενευκότες Ἡγίας καὶ Γελίας.

ὧν συμμιξάντων ὁ Σέλευκος εὐθέως τοὺς μὲν περὶ τὸν Ἀρίσταρχον ἀνὰ χεῖρας εἶχε, τοὺς δὲ περὶ τὸν Ἡγίαν παρεώρα.