Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Χίους δὲ καὶ Σμυρναίους, ἔτι δʼ Ἐρυθραίους, ἔν τε τοῖς ἄλλοις προῆγον καὶ χώραν προσένειμαν, ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν καὶ σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔνοιαν καὶ σπουδήν, ἣν παρέσχηντο κατὰ τὸν πόλεμον αὐτοῖς.

ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολίτευμα καὶ τὴν χώραν, ἣν καὶ πρότερον εἶχον.

μετὰ δὲ ταῦτα Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας τὰ μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμεσσοῦ.

περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθηκαν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν·

τῆς δʼ Ἀσίας Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς Προυσίας πρότερον αὐτοῦ παρεσπάσατο, Λυκαονίαν, Μιλυάδα, Λυδίαν, Τράλλεις, Ἔφεσον, Τελμεσσόν.

ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς· περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν δὲ παρʼ Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον.

σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων, ἀναζεύξαντες προῆγον ἐφʼ Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι. —

ὅτι τῶν Ῥωμαίων κατὰ τὴν ἐπάνοδον παρὰ τῶν Θρᾳκῶν πολλὰ δεινὰ --- ναρ--- Ῥωμαίων στρατιω--- --- οὐκ ἂν φήσειε κα--- --- εὐμαρὲς φυ?λα---δι --- --- ἂν περὶ τὰς ἰδίας --- βαιν--- --- εστιν --- ν ---ησα?μενου?ς --- ---ν--- !εναιρομ---ν---ς πράξεις --- ---

ὅτι κατὰ τὴν ὀγδόην καὶ μ# ὀλυμπιάδα πρὸς ταῖς ρ# πρεσβειῶν παρουσίαι ἐγένοντο πρὸς Ῥωμαίους παρὰ Φιλίππου καὶ παρὰ τῶν· προσορούντων τῇ Μακεδονίᾳ. τὰ δόξαντα τῇ συγκλήτῳ περὶ τῶν πρέσβεων.