Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἦλθε δὲ καὶ παρʼ Ἀντιόχου Μουσαῖος καὶ παρὰ τῶν Γαλατῶν πρεσβευταί, βουλόμενοι μαθεῖν ἐπὶ τίσιν αὐτοὺς δεῖ ποιεῖσθαι τὴν φιλίαν.

ὁμοίως δὲ καὶ παρʼ Ἀριαράθου τοῦ τῶν Καππαδοκῶν βασιλέως· καὶ γὰρ οὗτος, μετασχὼν Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ κοινωνήσας τῆς πρὸς Ῥωμαίους μάχης, ἐδεδίει καὶ διηπορεῖτο περὶ τῶν καθʼ αὑτόν.

διὸ καὶ πλεονάκις πέμπων πρεσβευτὰς ἐβούλετο μαθεῖν τί δοὺς ἢ τί πράξας δύναιτʼ ἂν παραιτήσασθαι τὴν σφετέραν ἄγνοιαν.

ὁ δὲ στρατηγὸς τὰς μὲν παρὰ τῶν πόλεων πρεσβείας πάσας ἐπαινέσας καὶ φιλανθρώπως ἀποδεξάμενος ἐξαπέστειλε,

τοῖς δὲ Γαλάταις ἀπεκρίθη διότι προσδεξάμενος Εὐμένη τὸν βασιλέα, τότε ποιήσεται τὰς πρὸς αὐτοὺς συνθήκας. τοῖς δὲ περὶ Ἀριαράθην εἶπεν ἑξακόσια τάλαντα δόντας τὴν εἰρήνην ἔχειν.

πρὸς δὲ τὸν Ἀντιόχου πρεσβευτὴν συνετάξατο μετὰ τῆς δυνάμεως ἥξειν ἐπὶ τοὺς τῆς Παμφυλίας ὅρους, τά τε δισχίλια τάλαντα καὶ πεντακόσια κομιούμενος καὶ τὸν σῖτον ὃν ἔδει δοῦναι τοῖς στρατιώταις αὐτοῦ πρὸ τῶν συνθηκῶν κατὰ τὰς πρὸς Λεύκιον ὁμολογίας.

μετὰ δὲ ταῦτα καθαρμὸν ποιησάμενος τῆς δυνάμεως, καὶ τῆς ὥρας παραδιδούσης, παραλαβὼν Ἄτταλον ἀνέζευξεν καὶ παραγενόμενος εἰς Ἀπάμειαν ὀγδοαῖος ἐπέμεινε τρεῖς ἡμέρας, κατὰ δὲ τὴν τετάρτην ἀναζεύξας προῆγε, χρώμενος ἐνεργοῖς ταῖς πορείαις.

ἀφικόμενος δὲ τριταῖος εἰς τὸν συνταχθέντα τόπον τοῖς περὶ Ἀντίοχον, αὐτοῦ κατεστρατοπέδευσε.

συμμιξάντων δὲ τῶν περὶ τὸν Μουσαῖον καὶ παρακαλούντων αὐτὸν ἐπιμεῖναι, διότι καθυστεροῦσιν αἵ θʼ ἅμαξαι καὶ τὰ κτήνη τὰ παρακομίζοντα τὸν

σῖτον καὶ τὰ χρήματα, πεισθεὶς τούτοις ἐπέμεινε τρεῖς ἡμέρας.

τῆς δὲ χορηγίας ἐλθούσης τὸν μὲν σῖτον ἐμέτρησε ταῖς δυνάμεσι, τὰ δὲ χρήματα παραδούς τινι τῶν χιλιάρχων συνέταξεν παρακομίζειν εἰς Ἀπάμειαν.

αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπʼ Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτʼ αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως, ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην.

ἐγγίζοντος δʼ αὐτοῦ τῇ πόλει, παρῆν ἀπαντῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς, ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν αὑτοῦ·

ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων· παραλαβὼν γὰρ ἐν πίστει παρʼ Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν· μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν αὐτῷ παρʼ οὐδενὸς ἀποδεδηλῶσθαι.

διόπερ ἠξίου τριάκονθʼ ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν βασιλέα τί δεῖ πράττειν.

ὁ δὲ Γνάιος, θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα, συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως· καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν.

κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ δέκα πρεσβευταὶ καὶ [ὁ] βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης· καὶ δύʼ ἡμέρας ἐκ τοῦ πλοῦ προσαναλαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπάμειαν.

ὁ δὲ Γνάιος, προσπεσούσης αὐτῷ τῆς τούτων παρουσίας, Λεύκιον μὲν τὸν ἀδελφὸν μετὰ τετρακισχιλίων ἐξαπέστειλε πρὸς τοὺς Ὀροανδεῖς, πειθανάγκης ἔχοντας διάθεσιν χάριν τοῦ κομίσασθαι τὰ προσοφειλόμενα τῶν ὁμολογηθέντων χρημάτων,

αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο, σπεύδων συνάψαι τοῖς περὶ τὸν Εὐμένη.

παραγενόμενος δʼ εἰς τὴν Ἀπάμειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς δέκα, συνήδρευεν περὶ τῶν πραγμάτων.

ἔδοξεν οὖν αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθεσθαι λόγον, ἀλλʼ ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι τὰς διαλήψεις.