Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διόπερ ἅμα τῷ μνησθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως, ἑτοίμως προσδεξάμενος τοὺς λόγους ἐκέλευσε παραπλησίως πειράζειν αὐτοὺς καὶ τῶν Αἰτωλῶν.

οἱ δὲ περὶ τὸν Ἐχέδημον, προδιαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπάταν αὐτοί, διελέγοντο περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν Αἰτωλῶν.

ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων κατεστάθησαν οἱ συμμίξοντες τοῖς Ῥωμαίοις·

οἳ καὶ παραγενόμενοι πρὸς τοὺς περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς στρατοπεδεύοντας ἐν ἑξήκοντα σταδίοις ἀπὸ τῆς Ἀμφίσσης, πολλοὺς διετίθεντο λόγους, ἀναμιμνήσκοντες τῶν γεγονότων σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους.

ἔτι δὲ πρᾳότερον καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου καὶ προφερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν Λιβύην πράξεις καὶ διασαφοῦντος τίνα τρόπον κέχρηται τοῖς κατʼ ἐκείνους τοὺς τόπους αὐτῷ πιστεύσασιν καὶ τέλος οἰομένου δεῖν ἐγχειρίζειν σφᾶς αὑτῷ καὶ πιστεύειν,

τὰς μὲν ἀρχὰς ἅπαντες οἱ παρόντες εὐέλπιδες ἐγενήθησαν, ὡς αὐτίκα μάλα τελεσιουργηθησομένης τῆς διαλύσεως·

ἐπεὶ δέ, πυθομένων τῶν Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύκιος διεσάφησεν διότι δυεῖν προκειμένων αὐτοῖς αἵρεσις ὑπάρχει —

δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάντων τῶν καθʼ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις —

ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκόλουθον τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς.

οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν προειρημένων·

οἱ δὲ περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων.

ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρότερον αὐτοὺς ἀπατηθῆναι, καθʼ ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν ἐνέπεσον.

διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, ἢ τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ τὰς γυναῖκας.

οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν Πόπλιον διεσάφουν τὰ δεδογμένα.