Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀποδεξάμενος δὲ καὶ τοὺς παρὰ τῶν ἄλλων πόλεων πρεσβευτὰς κατὰ τὴν Παμφυλίαν καὶ τὴν προειρημένην δόξαν ἐνεργασάμενος ἑκάστοις κατὰ τὰς ἐντεύξεις, ἅμα δὲ καὶ τοὺς Ἰσινδεῖς ἐξελόμενος ἐκ τῆς πολιορκίας, αὖθις ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τοὺς Γαλάτας. —

ὅτι Κύρμασα πόλιν λαβὼν ὁ Γνάιος καὶ λείαν ἄφθονον ἀνέζευξεν.

προαγόντων δʼ αὐτῶν παρὰ τὴν λίμνην, παρεγένοντο πρέσβεις ἐκ Λυσινόης διδόντες αὑτοὺς εἰς τὴν πίστιν.

οὓς προσδεξάμενος ἐνέβαλεν εἰς τὴν τῶν Σαγαλασσέων γῆν καὶ πολὺ πλῆθος ἐξελασάμενος λείας ἀπεκαραδόκει τοὺς ἐκ τῆς πόλεως ἐπὶ τίνος ἔσονται γνώμης.

παραγενομένων δὲ πρεσβευτῶν ὡς αὐτόν, ἀποδεξάμενος τοὺς ἄνδρας καὶ λαβὼν πεντήκοντα ταλάντων στέφανον καὶ δισμυρίους κριθῶν μεδίμνους καὶ δισμυρίους πυρῶν, προσεδέξατο τούτους εἰς τὴν φιλίαν. —

ὅτι Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, ὅπως πρεσβεύσῃ πρὸς τοὺς τῶν Γαλατῶν βασιλεῖς.

καὶ [ὁ] Ἐποσόγνατος ἔπεμψε πρὸς Γνάιον πρέσβεις καὶ παρεκάλει [τὸν Γνάιον] τὸν τῶν Ῥωμαίων στρατηγὸν μὴ προεξαναστῆναι μηδʼ ἐπιβαλεῖν χεῖρας τοῖς Τολιστοβογίοις Γαλάταις,