Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πρὸς δὲ τούτοις τὴν ἡμίσειαν ἀναδέχεσθαι τῆς γεγενημένης αὐτοῖς δαπάνης εἰς τὸν ἐνεστῶτα πόλεμον.

πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διελέχθη, παρακαλῶν τοὺς Ῥωμαίους μήτε τὴν τύχην λίαν ἐξελέγχειν ἀνθρώπους ὑπάρχοντας, μήτε τὸ μέγεθος τῆς αὑτῶν ἐξουσίας ἀόριστον ποιεῖν, ἀλλὰ περιγράφειν, μάλιστα μὲν τοῖς τῆς Εὐρώπης ὅροις·

καὶ γὰρ ταύτην μεγάλην ὑπάρχειν καὶ παράδοξον διὰ τὸ μηδένα καθῖχθαι τῶν προγεγονότων αὐτῆς·

εἰ δὲ πάντως καὶ τῆς Ἀσίας βούλονταί τινα προσεπιδράττεσθαι, διορίσαι ταῦτα· πρὸς πᾶν γὰρ τὸ δυνατὸν προσελεύσεσθαι τὸν βασιλέα.

ῥηθέντων δὲ τούτων, ἔδοξε τῷ συνεδρίῳ τὸν στρατηγὸν ἀποκριθῆναι διότι τῆς μὲν δαπάνης οὐ τὴν ἡμίσειαν, ἀλλὰ πᾶσαν δίκαιόν ἐστιν Ἀντίοχον ἀποδοῦναι· φῦναι γὰρ τὸν πόλεμον ἐξ ἀρχῆς οὐ διʼ αὑτούς, ἀλλὰ διʼ ἐκεῖνον·

τῶν δὲ πόλεων μὴ τὰς κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν μόνον ἐλευθεροῦν, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε τοῦ Ταύρου δυναστείας ἐκχωρεῖν.

ὁ μὲν οὖν πρεσβευτὴς ταῦτʼ ἀκούσας παρὰ τοῦ συνεδρίου, διὰ τὸ πολὺ τῶν ἀξιουμένων τὰς ἐπιταγὰς ὑπεραίρειν οὐδένα λόγον ποιησάμενος, τῆς μὲν κοινῆς ἐντεύξεως ἀπέστη, τὸν δὲ Πόπλιον ἐθεράπευσε φιλοτίμως.

λαβὼν δὲ καιρὸν ἁρμόζοντα διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς.

αὗται δʼ ἦσαν διότι πρῶτον μὲν χωρὶς λύτρων ὁ βασιλεὺς αὐτῷ τὸν υἱὸν ἀποδώσει

συνέβαινε γὰρ ἐν ἀρχαῖς τοῦ πολέμου τὸν υἱὸν τὸν τοῦ Σκιπίωνος γεγονέναι τοῖς περὶ Ἀντίχον ὑποχείριον·