Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Μεγαρεῖς γὰρ ἐξ ἀρχῆς μὲν ἐπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν ἀπὸ τῶν κατʼ Ἀντίγονον τὸν Γονατᾶν χρόνων· ὅτε δὲ Κλεομένης εἰς τὸν Ἰσθμὸν προεκάθισεν, διακλεισθέντες προσέθεντο τοῖς Βοιωτοῖς μετὰ τῆς τῶν Ἀχαιῶν γνώμης.

βραχὺ δὲ πρὸ τῶν νῦν λεγομένων καιρῶν δυσαρεστήσαντες τῇ πολιτείᾳ τῶν Βοιωτῶν αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιούς.

οἱ δὲ Βοιωτοὶ διοργισθέντες ἐπὶ τῷ καταφρονεῖσθαι δοκεῖν ἐξῆλθον ἐπὶ τοὺς Μεγαρεῖς πανδημεὶ σὺν τοῖς ὅπλοις.

οὐδένα δὲ ποιουμένων λόγον τῶν Μεγαρέων τῆς παρουσίας αὐτῶν, οὕτω θυμωθέντες πολιορκεῖν ἐπεβάλοντο καὶ προσβολὰς ποιεῖσθαι τῇ πόλει.

πανικοῦ δʼ ἐμπεσόντος αὐτοῖς καὶ φήμης ὅτι πάρεστιν Φιλοποίμην τοὺς Ἀχαιοὺς ἔχων, ἀπολιπόντες πρὸς τῷ τείχει τὰς κλίμακας ἔφυγον προτροπάδην εἰς τὴν οἰκείαν.