Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦ δὲ Φιλοποίμενος παραδόξως αὐτὸν ἐπὶ τούτοις ἀποδεξαμένου καὶ φιλανθρώπως, ὁ μὲν Τιμόλαος περιχαρὴς ἦν,

ὑπολαβὼν καθῖχθαι τῆς ἐπιβολῆς, ὁ δὲ Φιλοποίμην ἥξειν ἔφη μετʼ ὀλίγας ἡμέρας εἰς τὴν Λακεδαίμονα· θέλειν γὰρ εὐχαριστῆσαι πᾶσι τοῖς ἄρχουσι περὶ τούτων.

ἐλθὼν δὲ μετὰ ταῦτα καὶ κληθεὶς εἰς τὸ συνέδριον πάλαι μὲν ἔφη γινώσκειν τὴν τῶν Λακεδαιμονίων πρὸς αὑτὸν εὔνοιαν, μάλιστα δʼ ἐκ τοῦ νῦν προτεινομένου στεφάνου καὶ τῆς τοιαύτης τιμῆς.

τὴν μὲν οὖν προαίρεσιν αὐτῶν ἔφησεν ἀποδέχεσθαι, τῷ δὲ χειρισμῷ δυσωπεῖσθαι. δεῖν γὰρ οὐ τοῖς φίλοις δίδοσθαι τὰς τοιαύτας τιμὰς καὶ τοὺς στεφάνους, ἐξ ὧν ὁ περιθέμενος οὐδέποτε μὴ τὸν ἰὸν ἐκνίψηται, πολὺ δὲ μᾶλλον τοῖς ἐχθροῖς,

ἵνʼ οἱ μὲν φίλοι τηροῦντες τὴν παρρησίαν πιστεύωνται παρὰ τοῖς Ἀχαιοῖς, ἐπὰν προθῶνται τῇ πόλει βοηθεῖν, οἱ δʼ ἐχθροὶ καταπιόντες τὸ δέλεαρ ἢ συνηγορεῖν αὐτοῖς ἀναγκάζωνται ἢ σιωπῶντες μηδὲν δύνωνται βλάπτειν.

ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ ἀκοῆς περὶ πραγμάτων διαλαμβάνειν καὶ γενόμενον αὐτόπτην, ἀλλὰ καὶ μεγάλα διαφέρει, πολὺ δέ τι συμβάλλεσθαι πέφυκεν ἑκάστοις ἡ κατὰ τὴν ἐνάργειαν πίστις.

ὅτι κατὰ τὸν καιρὸν τοῦτον συνέβη καὶ τὴν ἐκ τῆς Ῥώμης πρεσβείαν, ἣν ἀπέστειλαν οἱ Λακεδαιμόνιοι, παραγενέσθαι διεψευσμένην τῶν ἐλπίδων.

ἐπρέσβευον μὲν γὰρ περὶ τῶν ὁμήρων καὶ τῶν κωμῶν·

ἡ δὲ σύγκλητος περὶ μὲν τῶν κωμῶν ἔφησεν ἐντολὰς δώσειν τοῖς παρʼ αὐτῶν ἀποστελλομένοις πρέσβεσιν, περὶ δὲ τῶν ὁμήρων ἔτι βουλεύσασθαι θέλειν.

περὶ δὲ τῶν φυγάδων τῶν ἀρχαίων θαυμάζειν ἔφησαν, πῶς οὐ κατάγουσιν αὐτοὺς εἰς τὴν οἰκείαν, ἠλευθερωμένης τῆς Σπάρτης. —

ὅτι τοῖς Ῥωμαίοις τῆς κατὰ τὴν ναυμαχίαν νίκης ἄρτι προσηγγελμένης, πρῶτον μὲν τῷ δήμῳ παρήγγειλαν ἐλινύας ἄγειν ἡμέρας ἐννέα —

τοῦτο δʼ ἔστιν σχολάζειν πανδημεὶ καὶ θύειν τοῖς θεοῖς χαριστήρια τῶν εὐτυχημάτων —

μετὰ δὲ ταῦτα τοὺς παρὰ τῶν Αἰτωλῶν πρέσβεις καὶ τοὺς παρὰ τοῦ Μανίου προσῆγον τῇ συγκλήτῳ. γενομένων δὲ πλειόνων παρʼ ἀμφοῖν λόγων,

ἔδοξε τῷ συνεδρίῳ δύο προτείνειν γνώμας τοῖς Αἰτωλοῖς, ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ πάντων τῶν καθʼ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα δοῦναι καὶ τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζειν Ῥωμαίοις.

τῶν δʼ Αἰτωλῶν ἀξιούντων διασαφῆσαι ῥητῶς ἐπὶ τίσι δεῖ διδόναι τὴν ἐπιτροπήν, οὐ προσδέχεται τὴν διαστολὴν ἡ σύγκλητος. διὸ καὶ τούτοις γέγονε κατάμονος ὁ πόλεμος.