Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ. —

Ἀπεράντεια, πόλις Θεσσαλίας.

Πολύβιος εἰκοστῷ. —

ἐξ αὑτῶν τὸν ἐροῦντα περὶ τούτων πρὸς αὐτόν· ἀλλʼ ὥσπερ τοῖς ἐπὶ τῶν πλείστων ἐργολαβοῦσι πολλοὶ προσφέρουσι τὰς τοιαύτας χάριτας καὶ ταύτην ἀρχὴν ποιοῦνται φιλίας καὶ συστάσεως, οὕτως ἐπὶ Φιλοποίμενος ὁ προσοίσων ταύτην τὴν χάριν ἑκὼν οὐχ εὑρίσκετο τὸ παράπαν,

ἕως [ἂν] ἐξαπορήσαντες ψήφῳ προεχειρίσαντο Τιμόλαον, ὃς ὑπάρχων καὶ ξένος πατρικὸς καὶ συνήθης ἐπὶ πολὺ τῷ Φιλοποίμενι, δὶς εἰς τὴν Μεγάλην πόλιν ἐκδημήσας αὐτοῦ τούτου χάριν οὐκ ἐτόλμησε φθέγξασθαι περὶ τούτων οὐδέν, μέχρις ὅτε μυωπίσας ἑαυτὸν καὶ τρίτον ἐλθὼν ἐθάρρησε μνησθῆναι τῆς δωρεᾶς.