Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὧν οἱ μὲν διὰ πόρου τὸν πλοῦν ἐπὶ τὴν Κέρκυραν ἐποιοῦντο, μέρος δέ τι προσέσχε τὸν τῶν Ἐπιδαμνίων λιμένα, λόγῳ μὲν ὑδρείας καὶ ἐπισιτισμοῦ χάριν, ἔργῳ δʼ ἐπιβουλῆς καὶ πράξεως ἐπὶ τὴν πόλιν.

τῶν δʼ Ἐπιδαμνίων ἀκάκως ἅμα καὶ ῥᾳθύμως αὐτοὺς παραδεξαμένων, εἰσελθόντες ἐν αὐτοῖς τοῖς περιζώμασιν ὡς ὑδρευσόμενοι, μαχαίρας ἔχοντες ἐν τοῖς κεραμίοις, οὕτως κατασφάξαντες τοὺς φυλάττοντας τὴν πύλην ταχέως ἐγκρατεῖς ἐγένοντο τοῦ πυλῶνος.

ἐπιγενομένης δὲ κατὰ τὸ συντεταγμένον ἐνεργῶς τῆς ἀπὸ τῶν πλοίων βοηθείας, παραδεξάμενοι τούτους ῥᾳδίως κατεῖχον τὰ πλεῖστα τῶν τειχῶν.

τῶν δʼ ἐκ τῆς πόλεως ἀπαρασκεύως μὲν διὰ τὸ παράδοξον, ἐκθύμως δὲ βοηθούντων καὶ διαγωνιζομένων, συνέβη τοὺς Ἰλλυριοὺς ἐπὶ πολὺν χρόνον ἀντιποιησαμένους τέλος ἐκπεσεῖν ἐκ τῆς πόλεως.

Ἐπιδάμνιοι μὲν οὖν ἐν ταύτῃ τῇ πράξει διὰ μὲν τὴν ὀλιγωρίαν ἐκινδύνευσαν ἀποβαλεῖν τὴν πατρίδα, διὰ δὲ τὴν εὐψυχίαν ἀβλαβῶς ἐπαιδεύθησαν πρὸς τὸ μέλλον.

τῶν δʼ Ἰλλυριῶν οἱ προεστῶτες κατὰ σπουδὴν ἀναχθέντες καὶ συνάψαντες τοῖς προπλέουσι κατῆραν εἰς τὴν Κέρκυραν· καὶ ποιησάμενοι καταπληκτικὴν τὴν ἀπόβασιν ἐνεχείρησαν πολιορκεῖν τὴν πόλιν.

ὧν συμβαινόντων οἱ Κερκυραῖοι δυσχρηστούμενοι καὶ δυσελπίστως διακείμενοι τοῖς ὅλοις ἐπρεσβεύοντο πρός τε τοὺς Ἀχαιοὺς καὶ τοὺς Αἰτωλούς, ἅμα δὲ τούτοις Ἀπολλωνιᾶται καὶ Ἐπιδάμνιοι, δεόμενοι σφίσι βοηθεῖν κατὰ σπουδὴν καὶ μὴ περιιδεῖν σφᾶς αὐτοὺς ἀναστάτους γενομένους ὑπὸ τῶν Ἰλλυριῶν.

οἱ δὲ διακούσαντες τῶν πρέσβεων καὶ προσδεξάμενοι τοὺς λόγους ἐπλήρωσαν κοινῇ τὰς τῶν Ἀχαιῶν δέκα ναῦς καταφράκτους, καταρτίσαντες δʼ ἐν ὀλίγαις ἡμέραις ἔπλεον ἐπὶ τῆς Κερ

κύρας, ἐλπίζοντες λύσειν τὴν πολιορκίαν. οἱ δʼ Ἰλλυριοὶ συμπαραλαβόντες Ἀκαρνάνων ναῦς κατὰ τὴν συμμαχίαν, οὔσας ἑπτὰ καταφράκτους, ἀνταναχθέντες συνέβαλλον τοῖς τῶν Ἀχαιῶν σκάφεσιν περὶ τοὺς καλουμένους Παξούς.

οἱ μὲν οὖν Ἀκαρνᾶνες καὶ τῶν Ἀχαϊκῶν νεῶν αἱ κατὰ τούτους ταχθεῖσαι πάρισον ἐποίουν τὸν ἀγῶνα καὶ διέμενον ἀκέραιοι κατὰ τὰς συμπλοκὰς πλὴν τῶν εἰς αὐτοὺς τοὺς ἄνδρας γινομένων τραυμάτων.

οἱ δʼ Ἰλλυριοὶ ζεύξαντες τοὺς παρʼ αὑτῶν λέμβους ἀνὰ τέτταρας συνεπλέκοντο τοῖς πολεμίοις. καὶ τῶν μὲν ἰδίων ὠλιγώρουν καὶ παραβάλλοντες πλαγίους συνήργουν ταῖς ἐμβολαῖς τῶν ὑπεναντίων.

ὅτε δὲ τρώσαντα καὶ δεθέντα κατὰ τὰς ἐμβολὰς δυσχρήστως διέκειτο πρὸς τὸ παρὸν τὰ τῶν ἀντιπάλων σκάφη, προσκρεμαμένων αὐτοῖς περὶ τοὺς ἐμβόλους τῶν ἐζευγμένων λέμβων, τότʼ ἐπιπηδῶντες ἐπὶ τὰ καταστρώματα τῶν Ἀχαϊκῶν νεῶν κατεκράτουν διὰ τὸ πλῆθος τῶν ἐπιβατῶν.

καὶ τούτῳ τῷ τρόπῳ τεττάρων μὲν πλοίων ἐκυρίευσαν τετρηρικῶν, μίαν δὲ πεντήρη σὺν αὐτοῖς τοῖς ἀνδράσιν ἐβύθισαν, ἐφʼ ἧς ἔπλει Μάργος ὁ Καρυνεύς, ἀνὴρ πάντα τὰ δίκαια τῷ κοινῷ τῶν Ἀχαιῶν πολιτεύματι πεποιηκὼς μέχρι τῆς καταστροφῆς.

οἱ δὲ πρὸς τοὺς Ἀκαρνᾶνας διαγωνιζόμενοι, συνιδόντες τὸ κατὰ τοὺς Ἰλλυριοὺς προτέρημα καὶ πιστεύοντες τῷ ταχυναυτεῖν, ἐπουρώσαντες ἀσφαλῶς τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν ἐποιήσαντο.

τὸ δὲ τῶν Ἰλλυριῶν πλῆθος φρονηματισθὲν ἐπὶ τῷ προτερήματι λοιπὸν ἤδη ῥᾳδίως ἐχρήσατο τῇ πολιορκίᾳ καὶ τεθαρρηκότως.

οἱ δὲ Κερκυραῖοι δυσελπιστήσαντες τοῖς ὅλοις ἐκ τῶν συμβεβηκότων, βραχὺν ἔτι χρόνον ὑπομείναντες τὴν πολιορκίαν συνέθεντο τοῖς Ἰλλυριοῖς καὶ παρεδέξαντο φρουρὰν καὶ μετὰ τῆς φρουρᾶς Δημήτριον τὸν Φάριον.

τούτων δὲ πραχθέντων εὐθέως οἱ τῶν Ἰλλυριῶν προεστῶτες ἀνήγοντο· καὶ κατάραντες εἰς τὴν Ἐπίδαμνον ταύτην πάλιν ἐπεβάλοντο πολιορκεῖν τὴν πόλιν.