Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

λοιπὸν ὅσον ἐκ ποδὸς ἐπιέσθησαν τῷ βάρει τοῦ καθοπλισμοῦ καὶ τῆς συντάξεως, εὐθέως οἱ μὲν Ἰλλυριοὶ τὴν κατάστασιν ἐλάμβανον, οἱ δὲ περὶ τὸν Εὐκλείδαν τὴν ὑπὸ πόδα διὰ τὸ μὴ καταλείπεσθαι τόπον εἰς ἀναχώρησιν καὶ μετάστασιν ἑαυτοῖς.

ἐξ οὗ ταχέως συνέβη τραπέντας αὐτοὺς ὀλεθρίῳ χρήσασθαι φυγῇ, κρημνώδη καὶ δύσβατον ἐχόντων ἐπὶ πολὺ τὴν ἀναχώρησιν τῶν τόπων.

ἅμα δὲ τούτοις ὁ περὶ τοὺς ἱππεῖς συνετελεῖτο κίνδυνος, ἐκπρεπῆ ποιουμένων τὴν χρείαν τῶν Ἀχαϊκῶν ἱππέων ἁπάντων, μάλιστα δὲ Φιλοποίμενος, διὰ τὸ περὶ τῆς αὐτῶν ἐλευθερίας συνεστάναι τὸν ὅλον ἀγῶνα.

καθʼ ὃν καιρὸν τῷ προειρημένῳ συνέβη τὸν μὲν ἵππον πεσεῖν πληγέντα καιρίως, αὐτὸν δὲ πεζομαχοῦντα περιπεσεῖν τραύματι βιαίῳ διʼ ἀμφοῖν τοῖν μηροῖν.

οἱ δὲ βασιλεῖς κατὰ τὸν Ὄλυμπον τὸ μὲν πρῶτον ἐποιοῦντο διὰ τῶν εὐζώνων καὶ μισθοφόρων τὴν συμπλοκήν, παρʼ ἑκατέροις σχεδὸν ὑπαρχόντων τούτων εἰς πεντακισχιλίους.

ὧν ποτὲ μὲν κατὰ μέρη, ποτὲ δʼ ὁλοσχερῶς συμπιπτόντων, διαφέρουσαν συνέβαινε γίνεσθαι τὴν ἐξ ἀμφοῖν χρείαν, ὁμοῦ τῶν τε βασιλέων καὶ τῶν στρατοπέδων ἐν συνόψει ποιουμένων τὴν μάχην.

ἡμιλλῶντο δὲ πρὸς ἑαυτοὺς καὶ κατʼ ἄνδρα καὶ κατὰ τάγμα ταῖς εὐψυχίαις.

ὁ δὲ Κλεομένης ὁρῶν τοὺς μὲν περὶ τὸν ἀδελφὸν πεφευγότας, τοὺς δʼ ἐν τοῖς ἐπιπέδοις ἱππεῖς ὅσον οὔπω κλίνοντας, καταπλαγὴς ὢν μὴ πανταχόθεν προσδέξηται τοὺς πολεμίους, ἠναγκάζετο διασπᾶν τὰ προτειχίσματα καὶ πᾶσαν τὴν δύναμιν ἐξάγειν μετωπηδὸν κατὰ μίαν πλευρὰν τῆς στρατοπεδείας.