Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι τότε κρίναντες ἀπὸ τῆς ἀξίας ποιεῖσθαι τὰς εἰς τὸν πόλεμον εἰσφορὰς ἐτιμήσαντο τήν τε χώραν τὴν Ἀττικὴν ἅπασαν καὶ τὰς οἰκίας, ὁμοίως δὲ καὶ τὴν λοιπὴν οὐσίαν· ἀλλʼ ὅμως τὸ σύμπαν τίμημα τῆς ἀξίας ἐνέλιπε τῶν ἑξακισχιλίων διακοσίοις καὶ πεντήκοντα ταλάντοις.

ἐξ ὧν οὐκ ἀπεοικὸς ἂν φανείη τὸ περὶ Πελοποννησίων ἄρτι ῥηθὲν ὑπʼ ἐμοῦ.

κατὰ δʼ ἐκείνους τοὺς καιροὺς ἐξ αὐτῆς τῆς Μεγάλης πόλεως ὑπερβολικῶς ἀποφαινόμενος οὐκ ἄν τις εἰπεῖν τολμήσειεν πλείω γενέσθαι τριακοσίων,

ἐπειδήπερ ὁμολογούμενόν ἐστι διότι καὶ τῶν ἐλευθέρων καὶ τῶν δουλικῶν σωμάτων τὰ πλεῖστα συνέβη διαφυγεῖν εἰς τὴν Μεσσήνην. μέγιστον δὲ τῶν προειρημένων τεκμήριον·

οὐδενὸς γὰρ ὄντες δεύτεροι τῶν Ἀρκάδων Μαντινεῖς οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὴν περιουσίαν, ὡς αὐτὸς οὗτός φησιν, ἐκ πολιορκίας δὲ καὶ παραδόσεως ἁλόντες, ὥστε μήτε διαφυγεῖν μηδένα μήτε διακλαπῆναι ῥᾳδίως μηδέν,

ὅμως τὸ πᾶν λάφυρον ἐποίησαν μετὰ τῶν σωμάτων κατὰ τοὺς αὐτοὺς καιροὺς τάλαντα τριακόσια.