Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

δυσχρηστούμενοι δὲ διὰ τὰς δυσχωρίας τῶν τόπων, ἅμα δὲ καὶ προσπεσόντων παρὰ τῆς Τεύτας γραμμάτων, διʼ ὧν ᾤετο δεῖν αὐτοὺς τὴν ταχίστην εἰς οἶκον ἀναχωρεῖν διὰ τὸ τινὰς τῶν Ἰλλυριῶν ἀφεστηκέναι πρὸς τοὺς Δαρδανεῖς,

οὕτω λεηλατήσαντες τὴν Ἤπειρον ἀνοχὰς ἐποιήσαντο πρὸς τοὺς Ἠπειρώτας.

ἐν αἷς τὰ μὲν ἐλεύθερα σώματα καὶ τὴν πόλιν ἀπολυτρώσαντες αὐτοῖς, τὰ δὲ δουλικὰ καὶ τὴν λοιπὴν σκευὴν ἀναλαβόντες εἰς τοὺς λέμβους, οἱ μὲν ἀπέπλευσαν, οἱ δὲ περὶ τὸν Σκερδιλαΐδαν πεζῇ πάλιν ἀνεχώρησαν διὰ τῶν παρὰ τὴν Ἀντιγόνειαν στενῶν,

οὐ μικρὰν οὐδὲ τὴν τυχοῦσαν κατάπληξιν καὶ φόβον ἐνεργασάμενοι τοῖς τὰς παραλίας οἰκοῦσι τῶν Ἑλλήνων.

ἕκαστοι γὰρ θεωροῦντες τὴν ὀχυρωτάτην ἅμα καὶ δυνατωτάτην πόλιν τῶν ἐν Ἠπείρῳ παραλόγως οὕτως ἐξηνδραποδισμένην οὐκέτι περὶ τῶν ἀπὸ τῆς χώρας ἠγωνίων, καθάπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῶν πόλεων.

οἱ δʼ Ἠπειρῶται παραδόξως διασεσωσμένοι τοσοῦτον ἀπεῖχον τοῦ πειράζειν ἀμύνεσθαι τοὺς ἠδικηκότας ἢ χάριν ἀποδιδόναι τοῖς βοηθήσασιν ὥστε τοὐναντίον διαπρεσβευσάμενοι πρὸς τὴν Τεύταν συμμαχίαν ἔθεντο μετʼ Ἀκαρνάνων πρὸς τοὺς Ἰλλυριούς,

καθʼ ἣν ἐκείνοις μὲν κατὰ τοὺς ἑξῆς καιροὺς συνήργουν, τοῖς δʼ Ἀχαιοῖς καὶ τοῖς Αἰτωλοῖς ἀντέπραττον.

ἐξ ὧν ἐγένοντο καταφανεῖς ἀκρίτως μὲν κεχρημένοι τότε τοῖς εὐεργέταις, ἀφρόνως δʼ ἐξ ἀρχῆς βεβουλευμένοι περὶ τῶν καθʼ αὑτοὺς πραγ

μάτων. τὸ μὲν γὰρ ἀνθρώπους ὄντας παραλόγως περιπεσεῖν τινι τῶν δεινῶν οὐ τῶν παθόντων, τῆς τύχης δὲ καὶ τῶν πραξάντων ἐστὶν ἔγκλημα,

τὸ δʼ ἀκρίτως καὶ προφανῶς περιβαλεῖν αὑτοὺς ταῖς μεγίσταις συμφοραῖς ὁμολογούμενόν ἐστι τῶν πασχόντων ἁμάρτημα.

διὸ καὶ τοῖς μὲν ἐκ τύχης πταίουσιν ἔλεος ἕπεται μετὰ συγγνώμης καὶ ἐπικουρία, τοῖς δὲ διὰ τὴν αὑτῶν ἀβουλίαν ὄνειδος καὶ ἐπιτίμησις συνεξακολουθεῖ παρὰ τοῖς εὖ φρονοῦσιν.

ἃ δὴ καὶ τότε παρὰ τῶν Ἑλλήνων εἰκότως ἂν τοῖς Ἠπειρώταις ἀπηντήθη.

πρῶτον γὰρ τίς οὐκ ἂν τὴν κοινὴν περὶ Γαλατῶν φήμην ὑπιδόμενος εὐλαβηθείη τούτοις ἐγχειρίσαι πόλιν εὐδαίμονα καὶ πολλὰς ἀφορμὰς ἔχουσαν εἰς παρασπόνδησιν;

δεύτερον τίς οὐκ ἂν ἐφυλάξατο τὴν αὐτοῦ τοῦ συστήματος ἐκείνου προαίρεσιν; οἵ γε τὴν μὲν ἀρχὴν ἐξέπεσον ἐκ τῆς ἰδίας, συνδραμόντων ἐπʼ αὐτοὺς τῶν ὁμοεθνῶν διὰ τὸ παρασπονδῆσαι τοὺς αὑτῶν οἰκείους καὶ συγγενεῖς·

ὑποδεξαμένων γε μὴν αὐτοὺς Καρχηδονίων διὰ τὸ κατεπείγεσθαι πολέμῳ, τὸ μὲν πρῶτον γενομένης τινὸς ἀντιρρήσεως τοῖς στρατιώταις πρὸς τοὺς στρατηγοὺς ὑπὲρ ὀψωνίων ἐξ αὐτῆς ἐπεβάλοντο διαρπάζειν τὴν τῶν Ἀκραγαντίνων πόλιν, φυλακῆς χάριν εἰσαχθέντες εἰς αὐτήν, ὄντες τότε πλείους τῶν τρισχιλίων·

μετὰ δὲ ταῦτα παρεισαγαγόντων αὐτοὺς πάλιν εἰς Ἔρυκα τῆς αὐτῆς χρείας ἕνεκεν, πολιορκούντων τὴν πόλιν Ῥωμαίων, ἐπεχείρησαν μὲν καὶ τὴν πόλιν καὶ τοὺς συμπολιορκουμένους προδοῦναι·

τῆς δὲ πράξεως ταύτης ἀποτυχόντες ηὐτομόλησαν πρὸς τοὺς πολεμίους· παρʼ οἷς πιστευθέντες πάλιν ἐσύλησαν τὸ τῆς Ἀφροδίτης τῆς Ἐρυκίνης ἱερόν.