Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Μαντινεῖς τοίνυν τὸ μὲν πρῶτον ἐγκαταλιπόντες τὴν μετὰ τῶν Ἀχαιῶν πολιτείαν ἐθελοντὴν Αἰτωλοῖς ἐνεχείρισαν αὑτοὺς καὶ τὴν πατρίδα, μετὰ δὲ ταῦτα Κλεομένει.

γεγονότες δʼ ἐπὶ τοιαύτης προαιρέσεως καὶ μετέχοντες τῆς Λακεδαιμονίων πολιτείας ἔτει τετάρτῳ πρότερον τῆς Ἀντιγόνου παρουσίας ἑάλωσαν κατὰ κράτος ὑπὸ τῶν Ἀχαιῶν, Ἀράτου πραξικοπήσαντος αὐτῶν τὴν πόλιν.

ἐν ᾧ καιρῷ τοσοῦτον ἀπέσχον τοῦ παθεῖν τι δεινὸν διὰ τὴν προειρημένην ἁμαρτίαν ὡς καὶ περιβόητον συνέβη γενέσθαι τὸ πραχθὲν διὰ τὴν ὀξύτητα τῆς κατὰ τὴν προαίρεσιν ἀμφοτέρων μεταβολῆς.

ἅμα γὰρ τῷ κατασχεῖν τὴν πόλιν Ἄρατος παραυτίκα μὲν τοῖς ὑφʼ αὑτὸν ταττομένοις παρήγγελλε μηδένα μηδενὸς ἅπτεσθαι τῶν ἀλλοτρίων,

ἑξῆς δὲ τούτοις τοὺς Μαντινέας συναθροίσας παρεκάλεσε θαρρεῖν καὶ μένειν ἐπὶ τῶν ἰδίων· ὑπάρξειν γὰρ αὐτοῖς τὴν ἀσφάλειαν πολιτευομένοις μετὰ τῶν Ἀχαιῶν.

τοῖς δὲ Μαντινεῦσιν ἀνυπονοήτου καὶ παραδόξου φανείσης τῆς ἐλπίδος, παραυτίκα πάντες ἐπὶ τῆς ἐναντίας ἐγένοντο γνώμης.

καὶ πρὸς οὓς μικρῷ πρότερον μαχόμενοι πολλοὺς μὲν τῶν ἀναγκαίων ἐπεῖδον ἀπολλυμένους, οὐκ ὀλίγους δʼ αὐτῶν βιαίοις τραύμασι περιπεσόντας, τούτους εἰς τὰς ἰδίας οἰκίας εἰσαγόμενοι καὶ ποιησάμενοι σφίσι καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁμεστίους, οὐδὲν ἀπέλειπον τῆς μετʼ ἀλλήλων φιλοφροσύνης.

καὶ τοῦτʼ εἰκότως ἐποίουν· οὐ γὰρ οἶδʼ εἴ τινες ἀνθρώπων εὐγνωμονεστέροις ἐνέτυχον πολεμίοις οὐδʼ εἴ τινες ἀβλαβέστερον ἐπάλαισαν τοῖς μεγίστοις δοκοῦσιν εἶναι συμπτώμασι Μαντινέων διὰ τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν εἰς αὐτοὺς φιλαν

θρωπίαν. μετὰ δὲ ταῦτα προορώμενοι τὰς ἐν αὑτοῖς στάσεις καὶ τὰς ὑπʼ Αἰτωλῶν καὶ Λακεδαιμονίων ἐπιβουλάς, πρεσβεύσαντες πρὸς τοὺς Ἀχαιοὺς ἠξίωσαν δοῦναι παραφυλακὴν αὑτοῖς.

οἱ δὲ πεισθέντες ἀπεκλήρωσαν ἐξ αὑτῶν τριακοσίους ἄνδρας· ὧν οἱ λαχόντες ὥρμησαν, ἀπολιπόντες τὰς ἰδίας πατρίδας καὶ τοὺς βίους, καὶ διέτριβον ἐν Μαντινείᾳ, παραφυλάττοντες τὴν ἐκείνων ἐλευθερίαν ἅμα καὶ σωτηρίαν.

σὺν δὲ τούτοις καὶ μισθοφόρους διακοσίους ἐξέπεμψαν, οἳ μετὰ τῶν Ἀχαιῶν συνδιετήρουν τὴν ὑποκειμένην αὐτοῖς κατάστασιν.

μετʼ οὐ πολὺ δὲ στασιάσαντες πρὸς σφᾶς οἱ Μαντινεῖς καὶ Λακεδαιμονίους ἐπισπασάμενοι τήν τε πόλιν ἐνεχείρισαν καὶ τοὺς παρὰ τῶν Ἀχαιῶν διατρίβοντας παρʼ αὑτοῖς κατέσφαξαν· οὗ μεῖζον παρασπόνδημα καὶ δεινότερον οὐδʼ εἰπεῖν εὐμαρές.

ἐπειδὴ γὰρ ἔδοξε σφίσι καθόλου τὴν πρὸς τὸ ἔθνος χάριν καὶ φιλίαν ἀθετεῖν, τῶν γε προειρημένων ἀνδρῶν ἐχρῆν δήπου φεισαμένους ἐᾶσαι πάντας ὑποσπόνδους ἀπελθεῖν·

τοῦτο γὰρ καὶ τοῖς πολεμίοις ἔθος ἐστὶ συγχωρεῖσθαι κατὰ τοὺς κοινοὺς τῶν ἀνθρώπων νόμους.

οἱ δʼ ἵνα Κλεομένει καὶ Λακεδαιμονίοις ἱκανὴν παράσχωνται πίστιν πρὸς τὴν ἐνεστῶσαν ἐπιβολήν, τὰ κοινὰ τῶν ἀνθρώπων δίκαια παραβάντες τὸ μέγιστον ἀσέβημα κατὰ προαίρεσιν ἐπετέλεσαν.

τὸ γὰρ τούτων αὐτόχειρας γενέσθαι καὶ τιμωροὺς οἵτινες πρότερον μὲν κατὰ κράτος λαβόντες αὐτοὺς ἀθῴους ἀφῆκαν, τότε δὲ τὴν ἐκείνων ἐλευθερίαν καὶ σωτηρίαν ἐφύλαττον, πηλίκης ὀργῆς ἐστιν ἄξιον;