Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ διανύσας τριταῖος πρὸς τὴν τῶν Τεγεατῶν πόλιν, ἀπηντηκότων καὶ τῶν Ἀχαιῶν ἐνταῦθα, περιστρατοπεδεύσας ἤρξατο πολιορκεῖν αὐτήν.

τῶν δὲ Μακεδόνων ἐνεργῶς χρωμένων τῇ τε λοιπῇ πολιορκίᾳ καὶ τοῖς ὀρύγμασι, ταχέως ἀπελπίσαντες οἱ Τεγεᾶται τὴν σωτηρίαν παρέδοσαν αὑτούς.

ὁ δʼ Ἀντίγονος ἀσφαλισάμενος τὰ κατὰ τὴν πόλιν εἴχετο κατὰ τὸ συνεχὲς τῶν ἑξῆς καὶ προῆγε κατὰ σπουδὴν εἰς τὴν Λακωνικήν.

ἐγγίσας δὲ τῷ Κλεομένει προκαθημένῳ τῆς ἑαυτοῦ χώρας κατεπείραζε καὶ συνίστατό τινας ἀκροβολισμούς.

προσπεσόντος δὲ διὰ τῶν κατασκόπων αὐτῷ τοὺς ἐξ Ὀρχομενοῦ στρατιώτας παραβεβοηθηκέναι πρὸς τὸν Κλεομένη, παραυτίκα ποιησάμενος ἀναζυγὴν ἠπείγετο.

καὶ τὸν μὲν Ὀρχομενὸν ἐξ ἐφόδου κατὰ κράτος εἷλε· μετὰ δὲ ταῦτα περιστρατοπεδεύσας τὴν τῶν Μαντινέων ἐπολιόρκει πόλιν.

ταχὺ δὲ καὶ ταύτην καταπληξαμένων τῶν Μακεδόνων καὶ λαβόντων ὑποχείριον, ἀναζεύξας προῆγε τὴν ἐφʼ Ἡραίας καὶ Τελφούσης.

παραλαβὼν δὲ καὶ ταύτας τὰς πόλεις, ἐθελοντὴν προσχωρησάντων αὐτῷ τῶν κατοικούντων, οὕτως ἤδη συνάπτοντος τοῦ χειμῶνος παρῆν εἰς Αἴγιον πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον.

καὶ τοὺς μὲν Μακεδόνας ἐπʼ οἴκου διαφῆκε πάντας εἰς τὴν χειμασίαν, αὐτὸς δὲ τοῖς Ἀχαιοῖς διελέγετο καὶ συνδιενοεῖτο περὶ τῶν ἐνεστώτων.