Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Σπάρτην. ὁ δʼ Ἀντίγονος ἀσφαλῶς εἰς τὴν Πελοπόννησον εἰσελθὼν παρέλαβε τὸν Ἀκροκόρινθον, οὐδένα δὲ χρόνον μείνας εἴχετο τῶν προκειμένων καὶ παρῆν εἰς Ἄργος.

ἐπαινέσας δὲ τοὺς Ἀργείους καὶ καταστησάμενος τὰ κατὰ τὴν πόλιν αὖθις ἐκ ποδὸς ἐκίνει, ποιούμενος τὴν πορείαν ὡς ἐπʼ Ἀρκαδίας.

ἐκβαλὼν δὲ τὰς φρουρὰς ἐκ τῶν ἐποικοδομηθέντων χωρίων ὑπὸ Κλεομένους κατά τε τὴν Αἰγῦτιν καὶ Βελμινᾶτιν χώραν καὶ παραδοὺς τὰ φρούρια Μεγαλοπολίταις ἧκε πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον εἰς Αἴγιον.

ἀπολογισάμενος δὲ περὶ τῶν καθʼ αὑτὸν καὶ χρηματίσας περὶ τῶν μελλόντων, ἔτι δὲ κατασταθεὶς ἡγεμὼν ἁπάντων τῶν συμμάχων,

μετὰ ταῦτα χρόνον μέν τινα παραχειμάζων διέτριβε περὶ Σικυῶνα καὶ Κόρινθον. τῆς δʼ ἐαρινῆς ὥρας ἐνισταμένης ἀναλαβὼν τὰς δυνάμεις προῆγε.

καὶ διανύσας τριταῖος πρὸς τὴν τῶν Τεγεατῶν πόλιν, ἀπηντηκότων καὶ τῶν Ἀχαιῶν ἐνταῦθα, περιστρατοπεδεύσας ἤρξατο πολιορκεῖν αὐτήν.