Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ γὰρ Αἰτωλοὶ πρὸς τοῖς ἄλλοις καὶ τότε βουλόμενοι κωλῦσαι τὸν Ἀντίγονον τῆς βοηθείας, ἀπεῖπον αὐτῷ πορεύεσθαι μετὰ δυνάμεως ἐντὸς Πυλῶν· εἰ δὲ μή, διότι κωλύσουσι μεθʼ ὅπλων αὐτοῦ τὴν δίοδον.

ὁ μὲν οὖν Ἀντίγονος καὶ Κλεομένης ἀντεστρατοπέδευον ἀλλήλοις, ὁ μὲν εἰσελθεῖν σπουδάζων εἰς Πελοπόννησον, ὁ δὲ Κλεομένης κωλῦσαι τῆς εἰς

όδου τὸν Ἀντίγονον. οἱ δʼ Ἀχαιοί, καίπερ οὐ μετρίως ἠλαττωμένοι τοῖς ὅλοις, ὅμως οὐκ ἀφίσταντο τῆς προθέσεως οὐδʼ ἐγκατέλειπον τὰς ἐν αὑτοῖς ἐλπίδας,

ἀλλʼ ἅμα τῷ τὸν Ἀριστοτέλη τὸν Ἀργεῖον ἐπαναστῆναι τοῖς Κλεομενισταῖς βοηθήσαντες καὶ παρεισπεσόντες μετὰ Τιμοξένου τοῦ στρατηγοῦ κατέλαβον τὴν τῶν Ἀργείων πόλιν.

ὃ δὴ καὶ νομιστέον αἰτιώτατον γεγονέναι πραγμάτων κατορθώσεως. τὸ γὰρ ἐπιλαβόμενον τῆς ὁρμῆς τοῦ Κλεομένους καὶ προηττῆσαν τὰς ψυχὰς τῶν δυνάμεων τοῦτʼ ἦν, ὡς ἐξ αὐτῶν φανερὸν ἐγένετο τῶν πραγμάτων.

καὶ γὰρ τόπους εὐφυεστέρους προκατέχων καὶ χορηγίαις δαψιλεστέραις Ἀντιγόνου χρώμενος καὶ τόλμῃ καὶ φιλοτιμίᾳ μείζονι παρωρμημένος,

ὅμως ἅμα τῷ προσπεσεῖν αὐτῷ διότι κατειλῆφθαι συμβαίνει τὴν τῶν Ἀργείων πόλιν ὑπὸ τῶν Ἀχαιῶν, εὐθὺς ἀνάσπαστος, ἀπολιπὼν τὰ προδεδηλωμένα προτερήματα, φυγῇ παραπλησίαν ἐποιεῖτο τὴν ἀποχώρησιν, δείσας μὴ πανταχόθεν αὐτὸν περιστῶσιν οἱ πολέμιοι.