Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἧς ἐπιλαβόμενος Ἄρατος καὶ προτείνας Ἀντιγόνῳ τὸν Ἀκροκόρινθον, κατεχόντων Ἀχαιῶν τότε τὸν τόπον τοῦτον, ἔλυσε μὲν τὸ γεγονὸς ἔγκλημα πρὸς τὴν οἰκίαν, ἱκανὴν δὲ πίστιν παρέσχετο τῆς πρὸς τὰ μέλλοντα κοινωνίας, τὸ δὲ συνέχον, ὁρμητήριον παρεσκεύασεν Ἀντιγόνῳ πρὸς τὸν κατὰ Λακεδαιμονίων πόλεμον.

ὁ δὲ Κλεομένης ἐπιγνοὺς τοὺς Ἀχαιοὺς συντιθεμένους τὰ πρὸς τὸν Ἀντίγονον, ἀναζεύξας ἀπὸ τοῦ Σικυῶνος κατεστρατοπέδευσε περὶ τὸν Ἰσθμόν, διαλαβὼν χάρακι καὶ τάφρῳ τὸν μεταξὺ τόπον τοῦ τʼ Ἀκροκορίνθου καὶ τῶν Ὀνείων καλουμένων ὀρῶν, πᾶσαν ἤδη βεβαίως περιειληφὼς ταῖς ἐλπίσι τὴν Πελοποννησίων ἀρχήν.

Ἀντίγονος δὲ πάλαι μὲν ἦν ἐν παρασκευῇ, καραδοκῶν τὸ μέλλον κατὰ τὰς ὑποθέσεις τὰς Ἀράτου·

τότε δὲ συλλογιζόμενος ἐκ τῶν προσπιπτόντων ὅσον οὔπω παρεῖναι τὸν Κλεομένη μετὰ τῆς δυνάμεως εἰς Θετταλίαν, διαπεμψάμενος πρός τε τὸν Ἄρατον καὶ τοὺς Ἀχαιοὺς ὑπὲρ τῶν ὡμολογημένων ἧκεν ἔχων τὰς δυνάμεις διὰ τῆς Εὐβοίας ἐπὶ τὸν Ἰσθμόν.

οἱ γὰρ Αἰτωλοὶ πρὸς τοῖς ἄλλοις καὶ τότε βουλόμενοι κωλῦσαι τὸν Ἀντίγονον τῆς βοηθείας, ἀπεῖπον αὐτῷ πορεύεσθαι μετὰ δυνάμεως ἐντὸς Πυλῶν· εἰ δὲ μή, διότι κωλύσουσι μεθʼ ὅπλων αὐτοῦ τὴν δίοδον.

ὁ μὲν οὖν Ἀντίγονος καὶ Κλεομένης ἀντεστρατοπέδευον ἀλλήλοις, ὁ μὲν εἰσελθεῖν σπουδάζων εἰς Πελοπόννησον, ὁ δὲ Κλεομένης κωλῦσαι τῆς εἰς