Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πάνυ δὲ πρὸς λόγον ἡγεῖτο γίνεσθαι καὶ τὸ τοὺς Μεγαλοπολίτας προθύμους εἶναι διὰ τῶν Ἀχαιῶν φέρειν ἐπὶ τὸν Ἀντίγονον τὰ πράγματα. μάλιστα μὲν γάρ,

ὡς ἐπάνω προεῖπον, ἔσπευδεν μὴ προσδεηθῆναι τῆς βοηθείας· εἰ δʼ ἐξ ἀνάγκης ἐπὶ τοῦτο δέοι καταφεύγειν, οὐ μόνον ἠβούλετο διʼ αὑτοῦ γενέσθαι τὴν κλῆσιν, ἔτι δὲ μᾶλλον ἐξ ἁπάντων τῶν Ἀχαιῶν.

ἠγωνία γάρ, εἰ παραγενόμενος ὁ βασιλεὺς καὶ κρατήσας τῷ πολέμῳ τοῦ Κλεομένους καὶ τῶν Λακεδαιμονίων ἀλλοιότερόν τι βουλεύσοιτο περὶ τῆς κοινῆς πολιτείας, μή ποθʼ ὁμολογουμένως τῶν συμβαινόντων αὐτὸς ἀναλάβῃ τὴν αἰτίαν,

δόξαντος δικαίως τοῦτο πράττειν διὰ τὴν ἐξ αὐτοῦ προγεγενημένην ἀδικίαν περὶ τὸν Ἀκροκόρινθον εἰς τὴν Μακεδόνων οἰκίαν.

διόπερ ἅμα τῷ παρελθόντας τοὺς Μεγαλοπολίτας εἰς τὸ κοινὸν βουλευτήριον τά τε γράμματα τοῖς Ἀχαιοῖς ἐπιδεικνύναι καὶ διασαφεῖν τὴν ὅλην εὔνοιαν τοῦ βασιλέως, πρὸς δὲ τούτοις ἀξιοῦν ἐπισπάσασθαι τὸν Ἀντίγονον τὴν ταχίστην, εἶναι δὲ καὶ τὸ πλῆθος ἐπὶ τῆς αὐτῆς ὁρμῆς,

προελθὼν Ἄρατος καὶ τήν τε τοῦ βασιλέως προθυμίαν ἀποδεξάμενος καὶ τὴν τῶν πολλῶν διάληψιν ἐπαινέσας παρεκάλει διὰ πλειόνων μάλιστα μὲν πειρᾶσθαι διʼ αὑτῶν σῴζειν καὶ τὰς πόλεις καὶ τὴν χώραν· οὐδὲν γὰρ εἶναι τούτου κάλλιον οὐδὲ συμφορώτερον·

ἐὰν δʼ ἄρα πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνῃ τὰ τῆς τύχης, πρότερον ἔφη δεῖν ἐξελέγξαντας πάσας τὰς ἐν αὑτοῖς ἐλπίδας τότε