Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὰ γὰρ τὸ μῆκος τῆς παραλίας καὶ διὰ τὸ μεσογαίους εἶναι τὰς δυναστευούσας ἐν αὐταῖς πόλεις μακραὶ καὶ βραδεῖαι λίαν ἐγίνοντο τοῖς προειρημένοις αἱ παραβοήθειαι πρὸς τὰς ἀποβάσεις τῶν Ἰλλυριῶν· ὅθεν ἀδεῶς ἐπέτρεχον καὶ κατέσυρον ἀεὶ ταύτας τὰς χώρας.

οὐ μὴν ἀλλὰ τότε γενόμενοι τῆς Ἠπείρου κατὰ Φοινίκην προσέσχον ἐπισιτισμοῦ χάριν.

συμμίξαντες δὲ τῶν Γαλατῶν τισιν, οἳ μισθοφοροῦντες παρὰ τοῖς Ἠπειρώταις διέτριβον ἐν τῇ Φοινίκῃ, τὸ πλῆθος ὄντες εἰς ὀκτακοσίους, καὶ κοινολογηθέντες τούτοις περὶ προδοσίας τῆς πόλεως ἐξέβησαν, συγκαταθεμένων σφίσι τῶν προειρημένων, καὶ τῆς πόλεως ἐξ ἐφόδου καὶ τῶν ἐν αὐτῇ κύριοι κατέστησαν, συνεργησάντων ἔσωθεν αὐτοῖς τῶν Γαλατῶν.

οἱ δʼ Ἠπειρῶται πυθόμενοι τὸ γεγονὸς ἐβοήθουν πανδημεὶ μετὰ σπουδῆς. παραγενόμενοι δὲ πρὸς τὴν Φοινίκην καὶ προβαλόμενοι τὸν παρὰ τῇ πόλει ῥέοντα ποταμὸν ἐστρατοπέδευσαν, τῆς ἐπʼ αὐτῷ γεφύρας ἀνασπάσαντες τὰς σανίδας ἀσφαλείας χάριν.

προσαγγελθέντος δʼ αὐτοῖς Σκερδιλαΐδαν ἔχοντα πεντακισχιλίους Ἰλλυριοὺς παραγίνεσθαι κατὰ γῆν διὰ τῶν παρʼ Ἀντιγόνειαν στενῶν, μερίσαντες αὑτῶν τινας ἐξαπέστειλαν παραφυλάξοντας τὴν Ἀντιγόνειαν· αὐτοὶ δὲ τά τε λοιπὰ ῥᾳθύμως διῆγον, ἀπολαύοντες τῶν ἐκ τῆς χώρας ἀνέδην, τῶν τε κατὰ τὰς φυλακὰς καὶ προκοιτίας ὠλιγώρουν.

οἱ δʼ Ἰλλυριοὶ συνέντες τὸν μερισμὸν αὐτῶν καὶ τὴν λοιπὴν ῥᾳθυμίαν ἐκπορεύονται νυκτός· καὶ τῇ γεφύρᾳ σανίδας ἐπιβαλόντες τόν τε ποταμὸν ἀσφαλῶς διέβησαν καὶ λαβόντες ὀχυρὸν τόπον ἔμειναν τὸ λοιπὸν μέρος τῆς νυκτός.

ἐπιγενομένης δὲ τῆς ἡμέρας, καὶ παραταξαμένων ἀμφοτέρων πρὸ τῆς πόλεως, συνέβη λειφθῆναι τοὺς Ἠπειρώτας, καὶ πολλοὺς μὲν αὐτῶν πεσεῖν, ἔτι δὲ πλείους ἁλῶναι, τοὺς δὲ λοιποὺς διαφυγεῖν ὡς ἐπʼ Ἀτιντάνων.

οὗτοι μὲν οὖν τοιούτοις περιπεσόντες ἀτυχήμασι καὶ πάσας ἀπολέσαντες τὰς ἐν αὑτοῖς ἐλπίδας ἐπρέσβευον πρὸς τοὺς Αἰτωλοὺς καὶ τὸ τῶν Ἀχαιῶν ἔθνος, δεόμενοι μεθʼ ἱκετηρίας σφίσι βοηθεῖν.

οἱ δὲ κατελεήσαντες τὰς συμφορὰς αὐτῶν ὑπήκουσαν καὶ μετὰ ταῦτα παραβοηθοῦντες ἧκον εἰς Ἑλίκρανον.

οἱ δὲ τὴν Φοινίκην κατασχόντες τὸ μὲν πρῶτον, παραγενόμενοι μετὰ Σκερδιλαΐδου πρὸς τὸ χωρίον, παρεστρατοπέδευσαν τοῖς βεβοηθηκόσι, βουλόμενοι συμβαλεῖν.