Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τότε δὴ συναθροίσαντες τοὺς Ἀχαιοὺς ἔκριναν μετὰ τῆς βουλῆς ἀναλαμβάνειν φανερῶς τὴν πρὸς τοὺς Λακεδαιμονίους ἀπέχθειαν.

ὁ μὲν οὖν Κλεομενικὸς προσαγορευθεὶς πόλεμος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ κατὰ τούτους

τοὺς καιρούς. οἱ δʼ Ἀχαιοὶ τὸ μὲν πρῶτον διὰ τῆς ἰδίας δυνάμεως ὥρμησαν ἀντοφθαλμεῖν τοῖς Λακεδαιμονίοις, ἅμα μὲν ὑπολαμβάνοντες κάλλιστον εἶναι τὸ μὴ διʼ ἑτέρων σφίσι πορίζεσθαι τὴν σωτηρίαν, ἀλλʼ αὐτοὺς διʼ αὑτῶν σῴζειν τὰς πόλεις καὶ τὴν χώραν,

ἅμα δὲ βουλόμενοι καὶ τὴν πρὸς Πτολεμαῖον τηρεῖν φιλίαν διὰ τὰς προγεγενημένας εὐεργεσίας καὶ μὴ φαίνεσθαι πρὸς ἑτέρους ἐκτείνοντες τὰς χεῖρας,

ἤδη δʼ ἐπὶ ποσὸν τοῦ πολέμου προβαίνοντος, καὶ τοῦ Κλεομένους τό τε πάτριον πολίτευμα καταλύσαντος καὶ τὴν ἔννομον βασιλείαν εἰς τυραννίδα μεταστήσαντος, χρωμένου δὲ καὶ τῷ πολέμῳ πρακτικῶς καὶ παραβόλως,

προορώμενος Ἄρατος τὸ μέλλον καὶ δεδιὼς τήν τε τῶν Αἰτωλῶν ἀπόνοιαν καὶ τόλμαν ἔκρινε πρὸ πολλοῦ λυμαίνεσθαι τὴν ἐπιβολὴν αὐτῶν.