Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐπὶ δὲ τῆς αὐτῆς ἀρχῆς καὶ τὴν τῶν Μεγαρέων πόλιν διαπραξάμενος προσένειμε τοῖς Ἀχαιοῖς.

ταῦτά τʼ ἐγίνετο τῷ πρότερον ἔτει τῆς Καρχηδονίων ἥττης, ἐν ᾗ καθόλου Σικελίας ἐκχωρήσαντες πρῶτον ὑπέμειναν τότε φόρους ἐνεγκεῖν Ῥωμαίοις.

μεγάλην δὲ προκοπὴν ποιήσας τῆς ἐπιβολῆς ἐν ὀλίγῳ χρόνῳ λοιπὸν ἤδη διετέλει προστατῶν μὲν τοῦ τῶν Ἀχαιῶν ἔθνους, πάσας δὲ τὰς ἐπιβολὰς καὶ πράξεις πρὸς ἓν τέλος ἀναφέρων·

τοῦτο δʼ ἦν τὸ Μακεδόνας μὲν ἐκβαλεῖν ἐκ Πελοποννήσου, τὰς δὲ μοναρχίας καταλῦσαι, βεβαιῶσαι δʼ ἑκάστοις τὴν κοινὴν καὶ πάτριον ἐλευθερίαν.

μέχρι μὲν οὖν ἦν Ἀντίγονος ὁ Γονατᾶς, πρός τε τὴν ἐκείνου πολυπραγμοσύνην καὶ πρὸς τὴν Αἰτωλῶν πλεονεξίαν ἀντιταττόμενος διετέλει,

πραγματικῶς ἕκαστα χειρίζων, καίπερ εἰς τοῦτο προβάντων ἀμφοτέρων ἀδικίας καὶ τόλμης ὥστε ποιήσασθαι συνθήκας πρὸς ἀλλήλους ὑπὲρ