Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τίνος οὖν χάριν ἐπὶ τοὺς χρόνους τούτους ἀνέδραμον; ἵνα πρῶτον μὲν γένηται συμφανὲς πῶς καὶ κατὰ ποίους καιροὺς καὶ τίνες πρῶτοι τῶν ἐξ ἀρχῆς Ἀχαιῶν αὖθις ἐποιήσαντο τὴν ἐπιβολὴν τῆς νῦν συστάσεως,

δεύτερον δʼ ἵνα καὶ τὰ τῆς προαιρέσεως μὴ μόνον διὰ τῆς ἡμετέρας ἀποφάσεως, ἀλλὰ καὶ διʼ αὐτῶν τῶν πραγμάτων πίστεως τυγχάνῃ, διότι μία τις ἀεὶ τῶν Ἀχαιῶν αἵρεσις ὑπῆρχε,

καθʼ ἣν προτείνοντες μὲν τὴν παρʼ αὑτοῖς ἰσηγορίαν καὶ παρρησίαν, πολεμοῦντες δὲ καὶ καταγωνιζόμενοι συνεχῶς τοὺς ἢ διʼ αὑτῶν ἢ διὰ τῶν βασιλέων τὰς σφετέρας πατρίδας καταδουλουμένους, τούτῳ τῷ τρόπῳ καὶ ταύτῃ τῇ προθέσει τοῦτο τοὔργον ἐπετέλεσαν, τὰ μὲν διʼ αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν συμμάχων.

καὶ γὰρ τὰ διʼ ἐκείνων συνεργήματα γεγονότα πρὸς τοῦτο τὸ μέρος ἐν τοῖς ἑξῆς χρόνοις ἐπὶ τὴν τῶν Ἀχαιῶν προαίρεσιν ἀνοιστέον.

πολλοῖς γὰρ κοινωνήσαντες πραγμάτων, πλείστων δὲ καὶ καλλίστων Ῥωμαίοις οὐδέποτε τὸ παράπαν ἐπεθύμησαν ἐκ τῶν κατορθωμάτων οὐδενὸς ἰδίᾳ λυσιτελοῦς,

ἀλλʼ ἀντὶ πάσης τῆς ἑαυτῶν φιλοτιμίας, ἣν παρείχοντο τοῖς συμμάχοις, ἀντικατηλλάττοντο τὴν ἑκάστων ἐλευθερίαν καὶ τὴν κοινὴν ὁμόνοιαν Πελοποννησίων.

σαφέστερον δʼ ὑπὲρ τούτων ἔσται διαλαμβάνειν ἐξ αὐτῶν τῶν περὶ τὰς πράξεις ἐνεργημάτων.

εἴκοσι μὲν οὖν ἔτη τὰ πρῶτα καὶ πέντε συνεπολιτεύσαντο μεθʼ ἑαυτῶν αἱ προειρημέναι πόλεις, γραμματέα κοινὸν ἐκ περιόδου προχειριζόμεναι καὶ δύο στρατηγούς.

μετὰ δὲ ταῦτα πάλιν ἔδοξεν αὐτοῖς ἕνα καθιστάνειν καὶ τούτῳ πιστεύειν ὑπὲρ τῶν ὅλων. καὶ πρῶτος ἔτυχε τῆς τιμῆς ταύτης Μάργος ὁ Καρυνεύς.

τετάρτῳ δʼ ὕστερον ἔτει τοῦ προειρημένου στρατηγοῦντος Ἄρατος ὁ Σικυώνιος, ἔτη μὲν ἔχων εἴκοσι, τυραννουμένην δʼ ἐλευθερώσας τὴν πατρίδα διὰ τῆς ἀρετῆς τῆς ἑαυτοῦ καὶ τόλμης προσένειμε πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν, ἀρχῆθεν εὐθὺς ἐραστὴς γενόμενος τῆς προαιρέσεως αὐτῶν.

ὀγδόῳ δὲ πάλιν ἔτει στρατηγὸς αἱρεθεὶς τὸ δεύτερον καὶ πραξικοπήσας τὸν Ἀκροκόρινθον, Ἀντιγόνου κυριεύοντος, καὶ γενόμενος ἐγκρατὴς μεγάλου μὲν ἀπέλυσε φόβου τοὺς τὴν Πελοπόννησον κατοικοῦντας, ἐλευθερώσας δὲ Κορινθίους προσηγάγετο πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν.

ἐπὶ δὲ τῆς αὐτῆς ἀρχῆς καὶ τὴν τῶν Μεγαρέων πόλιν διαπραξάμενος προσένειμε τοῖς Ἀχαιοῖς.

ταῦτά τʼ ἐγίνετο τῷ πρότερον ἔτει τῆς Καρχηδονίων ἥττης, ἐν ᾗ καθόλου Σικελίας ἐκχωρήσαντες πρῶτον ὑπέμειναν τότε φόρους ἐνεγκεῖν Ῥωμαίοις.

μεγάλην δὲ προκοπὴν ποιήσας τῆς ἐπιβολῆς ἐν ὀλίγῳ χρόνῳ λοιπὸν ἤδη διετέλει προστατῶν μὲν τοῦ τῶν Ἀχαιῶν ἔθνους, πάσας δὲ τὰς ἐπιβολὰς καὶ πράξεις πρὸς ἓν τέλος ἀναφέρων·

τοῦτο δʼ ἦν τὸ Μακεδόνας μὲν ἐκβαλεῖν ἐκ Πελοποννήσου, τὰς δὲ μοναρχίας καταλῦσαι, βεβαιῶσαι δʼ ἑκάστοις τὴν κοινὴν καὶ πάτριον ἐλευθερίαν.