Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἀλλά γε περὶ τῶν ἀμφισβητουμένων ἐπέτρεψαν Θηβαῖοι καὶ Λακεδαιμόνιοι μόνοις τῶν Ἑλλήνων Ἀχαιοῖς, οὐ πρὸς τὴν δύναμιν ἀποβλέψαντες —

σχεδὸν γὰρ ἐλαχίστην τότε δὴ τῶν Ἑλλήνων εἶχον — τὸ δὲ πλεῖον εἰς τὴν πίστιν καὶ τὴν ὅλην καλοκἀγαθίαν. ὁμολογουμένως γὰρ δὴ τότε ταύτην περὶ αὐτῶν πάντες εἶχον τὴν δόξαν.

τότε μὲν οὖν ψιλῶς αὐτὰ τὰ κατὰ τὴν προαίρεσιν ὑπῆρχε παρʼ αὐτοῖς· ἀποτέλεσμα δʼ ἢ πρᾶξις ἀξιόλογος πρὸς αὔξησιν τῶν ἰδίων ἀνήκουσα πραγμάτων οὐκ ἐγίνετο,

τῷ μὴ δύνασθαι φῦναι προστάτην ἄξιον τῆς προαιρέσεως, ἀεὶ δὲ τὸν ὑποδείξαντα ποτὲ μὲν ὑπὸ τῆς Λακεδαιμονίων ἀρχῆς ἐπισκοτεῖσθαι καὶ κωλύεσθαι, ποτὲ δὲ μᾶλλον ὑπὸ

τῆς Μακεδόνων. ἐπεὶ δέ ποτε σὺν καιρῷ προστάτας ἀξιόχρεως εὗρεν, ταχέως τὴν αὑτῆς δύναμιν ἐποίησε φανεράν, ἐπιτελεσαμένη τὸ κάλλιστον ἔργον, τὴν Πελοποννησίων ὁμόνοιαν.

ἧς ἀρχηγὸν μὲν καὶ καθηγεμόνα τῆς ὅλης ἐπιβολῆς Ἄρατον νομιστέον τὸν Σικυώνιον, ἀγωνιστὴν δὲ καὶ τελεσιουργὸν τῆς πράξεως Φιλοποίμενα τὸν Μεγαλοπολίτην, βεβαιωτὴν δὲ τοῦ μόνιμον αὐτὴν ἐπὶ ποσὸν γενέσθαι Λυκόρταν καὶ τοὺς ταὐτὰ τούτῳ προελομένους ἄνδρας.