Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὴν μὲν οὖν πρώτην ἐπιβολὴν ἔσχε πλεῖν ὁ Γνάιος ἐπὶ τῆς Κερκύρας, ὑπολαμβάνων ἔτι καταλήψεσθαι τὴν πολιορκίαν ἄκριτον·

ὑστερήσας δὲ τῶν καιρῶν ὅμως ἐπὶ τὴν νῆσον ἔπλει, βουλόμενος ἅμα μὲν ἐπιγνῶναι σαφῶς τὰ γεγονότα περὶ τὴν πόλιν, ἅμα δὲ πεῖραν λαβεῖν τῶν παρὰ τοῦ Δημητρίου προσαγγελλομένων.

ὁ γὰρ Δημήτριος ἐν διαβολαῖς ὢν καὶ φοβούμενος τὴν Τεύταν διεπέμπετο πρὸς τοὺς Ῥωμαίους, ἐπαγγελλόμενος τήν τε πόλιν ἐγχειριεῖν καὶ τὰ λοιπὰ πράγματα παραδώσειν, ὧν ἦν αὐτὸς κύριος.

οἱ δὲ Κερκυραῖοι τὴν παρουσίαν τῶν Ῥωμαίων ἀσμένως ἰδόντες, τήν τε φρουρὰν παρέδοσαν τῶν Ἰλλυριῶν μετὰ τῆς τοῦ Δημητρίου γνώμης, αὐτοί τε σφᾶς ὁμοθυμαδὸν ἔδωκαν παρακληθέντες εἰς τὴν τῶν Ῥωμαίων πίστιν, μίαν ταύτην ὑπολαβόντες ἀσφάλειαν αὑτοῖς ὑπάρχειν εἰς τὸν μέλλοντα χρόνον πρὸς τὴν Ἰλλυριῶν παρανομίαν.

Ῥωμαῖοι δὲ προσδεξάμενοι τοὺς Κερκυραίους εἰς τὴν φιλίαν ἔπλεον ἐπὶ τῆς Ἀπολλωνίας, ἔχοντες εἰς τὰ κατάλοιπα τῶν πραγμάτων ἡγεμόνα τὸν Δημήτριον.

κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ποστόμιος τὰς πεζικὰς διεβίβαζε δυνάμεις ἐκ τοῦ Βρεντεσίου, πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ περὶ δισχιλίους.

ἅμα δὲ τῷ προσέχειν ἑκατέρας ὁμοῦ τὰς δυνάμεις πρὸς τὴν Ἀπολλωνίαν ὁμοίως καὶ τούτων ἀποδεξαμένων καὶ δόντων ἑαυτοὺς εἰς τὴν ἐπιτροπὴν παραχρῆμα πάλιν ἀνήχθησαν, ἀκούοντες πολιορκεῖσθαι τὴν Ἐπίδαμνον.

οἱ δʼ Ἰλλυριοὶ συνέντες τὴν ἔφοδον τῶν Ῥωμαίων, οὐδενὶ κόσμῳ λύσαντες τὴν πολιορκίαν ἔφυγον.