Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἐρέτριαν, Χαλκίδα, Δημητριάδα, Κόρινθον.

ἐκ δὲ τούτων εὐθεώρητον ὑπάρχειν πᾶσιν ὅτι μεταλαμβάνουσι τὰς Ἑλληνικὰς πέδας παρὰ Φιλίππου Ῥωμαῖοι, καὶ γίνεται μεθάρμοσις δεσποτῶν, οὐκ ἐλευθέρωσις τῶν Ἑλλήνων.

ταῦτα μὲν οὖν ὑπʼ Αἰτωλῶν ἐλέγετο κατακόρως.

ὁ δὲ Τίτος ὁρμήσας ἐκ τῆς Ἐλατείας μετὰ τῶν δέκα καὶ κατάρας εἰς τὴν Ἀντίκυραν, παραυτίκα διέπλευσεν εἰς τὸν Κόρινθον, κἀκεῖ παραγενόμενος συνήδρευε μετὰ τούτων καὶ διελάμβανε περὶ τῶν ὅλων.

πλεοναζούσης δὲ τῆς τῶν Αἰτωλῶν διαβολῆς καὶ πιστευομένης παρʼ ἐνίοις, πολλοὺς καὶ ποικίλους ἠναγκάζετο ποιεῖσθαι λόγους ὁ Τίτος ἐν τῷ συνεδρίῳ,

διδάσκων ὡς εἴπερ βούλονται καὶ τὴν τῶν Ἑλλήνων εὔκλειαν ὁλόκληρον περιποιήσασθαι, καὶ καθόλου πιστευθῆναι παρὰ πᾶσι διότι καὶ τὴν ἐξ ἀρχῆς ἐποιήσαντο διάβασιν οὐ τοῦ συμφέροντος ἕνεκεν, ἀλλὰ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἐκχωρητέον εἴη πάντων τῶν τόπων καὶ πάσας ἐλευθερωτέον τὰς πόλεις τὰς νῦν ὑπὸ Φιλίππου φρουρουμένας.

ταύτην δὲ συνέβαινε γίνεσθαι τὴν ἀπορίαν ἐν τῷ συνεδρίῳ διὰ τὸ περὶ μὲν τῶν ἄλλων ἐν τῇ Ῥώμῃ προδιειλῆφθαι καὶ ῥητὰς ἔχειν τοὺς δέκα παρὰ τῆς συγκλήτου τὰς ἐντολάς, περὶ δὲ Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος ἐπιτροπὴν αὐτοῖς δεδόσθαι διὰ τὸν Ἀντίοχον, ἵνα βλέποντες πρὸς τοὺς καιροὺς βουλεύωνται περὶ τῶν προειρημένων πόλεων κατὰ τὰς αὑτῶν προαιρέσεις·

ὁ γὰρ προειρημένος βασιλεὺς δῆλος ἦν ἐπέχων πάλαι τοῖς κατὰ τὴν Εὐρώπην πράγμασιν.