Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τούτου δὲ τοῦ δόγματος διαδοθέντος εἰς τοὺς Ἕλληνας οἱ μὲν ἄλλοι πάντες εὐθαρσεῖς ἦσαν καὶ περιχαρεῖς, μόνοι δʼ Αἰτωλοί, δυσχεραίνοντες ἐπὶ τῷ μὴ τυγχάνειν ὧν ἤλπιζον, κατελάλουν τὸ δόγμα, φάσκοντες οὐ πραγμάτων, ἀλλὰ γραμμάτων μόνον ἔχειν αὐτὸ διάθεσιν.

καί τινας ἐλάμβανον πιθανότητας ἐξ αὐτῶν τῶν ἐγγράπτων πρὸς τὸ διασείειν τοὺς ἀκούοντας τοιαύτας.

ἔφασκον γὰρ εἶναι δύο γνώμας ἐν τῷ δόγματι περὶ τῶν ὑπὸ Φιλίππου φρουρουμένων πόλεων, τὴν μὲν μίαν ἐπιτάττουσαν ἐξάγειν τὰς φρουρὰς τὸν Φίλιππον, τὰς δὲ πόλεις παραδιδόναι Ῥωμαίοις, τὴν δʼ ἑτέραν ἐξάγοντα τὰς φρουρὰς ἐλευθεροῦν τὰς πόλεις.

τὰς μὲν οὖν ἐλευθερουμένας ἐπʼ ὀνόματος δηλοῦσθαι, ταύτας δʼ εἶναι τὰς κατὰ τὴν Ἀσίαν, τὰς δὲ παραδιδομένας Ῥωμαίοις φανερὸν ὅτι τὰς κατὰ τὴν Εὐρώπην. εἶναι δὲ ταύτας Ὠρεόν,

Ἐρέτριαν, Χαλκίδα, Δημητριάδα, Κόρινθον.

ἐκ δὲ τούτων εὐθεώρητον ὑπάρχειν πᾶσιν ὅτι μεταλαμβάνουσι τὰς Ἑλληνικὰς πέδας παρὰ Φιλίππου Ῥωμαῖοι, καὶ γίνεται μεθάρμοσις δεσποτῶν, οὐκ ἐλευθέρωσις τῶν Ἑλλήνων.

ταῦτα μὲν οὖν ὑπʼ Αἰτωλῶν ἐλέγετο κατακόρως.

ὁ δὲ Τίτος ὁρμήσας ἐκ τῆς Ἐλατείας μετὰ τῶν δέκα καὶ κατάρας εἰς τὴν Ἀντίκυραν, παραυτίκα διέπλευσεν εἰς τὸν Κόρινθον, κἀκεῖ παραγενόμενος συνήδρευε μετὰ τούτων καὶ διελάμβανε περὶ τῶν ὅλων.