Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἠξίου γὰρ πρόνοιαν αὑτοῦ ποιήσασθαι πάντας, ἵνα μὴ χωρισθέντων Ῥωμαίων ἐκ τῆς Ἑλλάδος εἰς ἐκεῖνον ἀπερείδηται τὴν ὀργὴν ὁ Φίλιππος· εἶναι γὰρ εὐχειρώτους Ἀθαμᾶνας αἰεὶ Μακεδόσι διά τε τὴν ἀσθένειαν καὶ γειτνίασιν τῆς χώρας.

μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ Αἰτωλὸς ἀναστάς, καθότι μὲν ἥθροικε τοὺς συμμάχους ἐπὶ τὸ περὶ τῶν διαλύσεων διαβούλιον καὶ καθόλου νῦν ἑκάστους ἀξιοῖ λέγειν τὸ φαινόμενον,

ἐπῄνεσε τὸν Τίτον, τοῖς δʼ ὅλοις πράγμασιν ἀγνοεῖν ἔφη καὶ παραπίπτειν αὐτόν, εἰ πέπεισται διαλύσεις ποιησάμενος πρὸς Φίλιππον ἢ Ῥωμαίοις τὴν εἰρήνην ἢ τοῖς Ἕλλησι τὴν ἐλευθερίαν βέβαιον ἀπολείψειν· οὐδέτερον γὰρ εἶναι τούτων δυνατόν,

ἀλλʼ εἰ βούλεται καὶ τὴν τῆς πατρίδος πρόθεσιν ἐπιτελῆ ποιεῖν καὶ τὰς ἰδίας ὑποσχέσεις, ἃς ὑπέσχηται πᾶσι τοῖς Ἕλλησι, μίαν ὑπάρχειν ἔφη διάλυσιν πρὸς Μακεδόνας τὸ Φίλιππον ἐκβάλλειν ἐκ τῆς ἀρχῆς.

τοῦτο δʼ εἶναι καὶ λίαν εὐχερές, ἐὰν μὴ παρῇ τὸν ἐνεστῶτα καιρόν.

πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς κατέπαυσε τὸν λόγον.

ὁ δὲ Τίτος ἀναδεξάμενος ἀστοχεῖν αὐτὸν ἔφησεν οὐ μόνον τῆς Ῥωμαίων προαιρέσεως, ἀλλὰ καὶ τῆς αὑτοῦ προθέσεως καὶ μάλιστα τοῦ τῶν Ἑλλήνων συμφέροντος.

οὔτε γὰρ Ῥωμαίους οὐδενὶ τὸ πρῶτον πολεμήσαντας εὐθέως ἀναστάτους ποιεῖν τούτους·

πίστιν δʼ ἔχειν τὸ λεγόμενον ἔκ [τε] τῶν κατʼ Ἀννίβαν καὶ Καρχηδονίους, ὑφʼ ὧν τὰ δεινότατα παθόντας Ῥωμαίους, καὶ μετὰ ταῦτα γενομένους κυρίους ὃ βουληθεῖεν πρᾶξαι κατʼ αὐτῶν ἁπλῶς, οὐδὲν ἀνήκεστον βουλεύσασθαι περὶ Καρχηδονίων·