Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ μὴν Πόπλιος Σκιπίων, ὁ τούτου μὲν κατὰ φύσιν υἱός, Ποπλίου δὲ τοῦ μεγάλου κληθέντος κατὰ θέσιν υἱωνός, κύριος γενόμενος τῆς Καρχηδόνος, ἥτις ἐδόκει πολυχρημονεστάτη τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων, ἁπλῶς τῶν ἐξ ἐκείνης οὐδὲν εἰς τὸν ἴδιον βίον μετήγαγεν, οὔτʼ ὠνησάμενος οὔτʼ ἄλλῳ τρόπῳ κτησάμενος οὐδέν,

καίπερ οὐχ ὅλως εὐπορούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν ὕπαρξιν, ὡς Ῥωμαῖος.

οὐχ οἷον δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν ἴδιον εἴασε βίον.

περὶ δὲ τούτου πάλιν τἀνδρὸς ὁ ζητῶν ἀληθινῶς ἀναμφισβήτητον εὑρήσει παρὰ Ῥωμαίοις τὴν περὶ τοῦτο τὸ μέρος δόξαν.

ἀλλὰ γὰρ ὑπὲρ μὲν τούτων οἰκειότερον λαβόντες καιρὸν ποιησόμεθα τὴν ἐπὶ πλεῖον διαστολήν. ὁ δὲ Τίτος ταξάμενος ἡμέραν πρὸς τὸν Φίλιππον τοῖς μὲν συμμάχοις ἔγραψε παραχρῆμα, διασαφῶν πότε δεήσει παρεῖναι πρὸς τὸν σύλλογον, αὐτὸς δὲ μετά τινας ἡμέρας ἧκε πρὸς τὴν εἰσβολὴν τῶν Τεμπῶν εἰς τὸν ταχθέντα χρόνον.

ἁθροισθέντων δὲ τῶν συμμάχων καὶ τοῦ συνεδρίου συναχθέντος ἐξ αὐτῶν τούτων, ἀναστὰς ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐκέλευε λέγειν ἕκαστον ἐφʼ οἷς δεῖ ποιεῖσθαι τὰς πρὸς τὸν Φίλιππον διαλύσεις.

Ἀμύνανδρος μὲν οὖν ὁ βασιλεὺς βραχέα διαλεχθεὶς καὶ μέτρια κατέπαυσε τὸν λόγον·

ἠξίου γὰρ πρόνοιαν αὑτοῦ ποιήσασθαι πάντας, ἵνα μὴ χωρισθέντων Ῥωμαίων ἐκ τῆς Ἑλλάδος εἰς ἐκεῖνον ἀπερείδηται τὴν ὀργὴν ὁ Φίλιππος· εἶναι γὰρ εὐχειρώτους Ἀθαμᾶνας αἰεὶ Μακεδόσι διά τε τὴν ἀσθένειαν καὶ γειτνίασιν τῆς χώρας.