Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

παραπλησίως δὲ καὶ τοὺς τούτους διαδεξαμένους μέχρι Πύρρου κεχρῆσθαι τῇ προαιρέσει ταύτῃ·

διακινδυνεύειν μὲν γὰρ πρὸς αὑτοὺς ἐν τοῖς ὑπαίθροις προχείρως καὶ πάντα ποιεῖν εἰς τὸ καταγωνίσασθαι διὰ τῶν ὅπλων ἀλλήλους, τῶν δὲ πόλεων φείδεσθαι χάριν τοῦ τοὺς νικήσαντας ἡγεῖσθαι τούτων καὶ τιμᾶσθαι παρὰ τοῖς ὑποταττομένοις.

τὸ δʼ ἀναιροῦντα περὶ ὧν ὁ πόλεμός ἐστι τὸν πόλεμον αὐτὸν καταλιπεῖν μανίας ἔργον εἶναι, καὶ ταύτης ἐρρωμένης, ὃ νῦν ποιεῖν τὸν Φίλιππον·

τοσαύτας γὰρ διεφθαρκέναι πόλεις ἐν Θετταλίᾳ, φίλον ὄντα καὶ σύμμαχον, καθʼ ὃν καιρὸν ἐκ τῶν ἐν Ἠπείρῳ στενῶν ἐποιεῖτο τὴν σπουδήν, ὅσας οὐδείς ποτε τῶν Θετταλοῖς πεπολεμηκότων διέφθειρε.

πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς τελευταίοις ἐχρήσατο τούτοις.

ἤρετο γὰρ τὸν Φίλιππον διὰ τί Λυσιμάχειαν μετʼ Αἰτωλῶν ταττομένην καὶ στρατηγὸν ἔχουσαν παρʼ αὐτῶν ἐκβαλὼν τοῦτον κατάσχοι φρουρᾷ τὴν πόλιν·

διὰ τί δὲ Κιανούς, παραπλησίως μετʼ Αἰτωλῶν συμπολιτευομένους ἐξανδραποδίσαιτο, φίλος ὑπάρχων Αἰτωλοῖς· τί δὲ λέγων κατέχει νῦν Ἐχῖνον καὶ Θήβας τὰς Φθίας καὶ Φάρσαλον καὶ Λάρισαν.

ὁ μὲν οὖν Ἀλέξανδρος ταῦτʼ εἰπὼν ἀπεσιώπησεν. ὁ δὲ Φίλιππος ἐγγίσας τῇ γῇ μᾶλλον ἢ πρόσθεν καὶ διαναστὰς ἐπὶ τῆς νεὼς Αἰτωλικὸν ἔφη καὶ θεατρικὸν διατεθεῖσθαι τὸν Ἀλέξανδρον λόγον.