Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

χρήσιμον καὶ καλὸν ἂν εἴη τὸ τὴν διαφορὰν ἐρευνῆσαι, καὶ παρὰ τί συμβαίνει Ῥωμαίους ἐπικρατεῖν καὶ τὸ πρωτεῖον ἐκφέρεσθαι τῶν κατὰ πόλεμον ἀγώνων,

ἵνα μὴ τύχην λέγοντες μόνον μακαρίζωμεν τοὺς κρατοῦντας ἀλόγως, καθάπερ οἱ μάταιοι τῶν ἀνθρώπων, ἀλλʼ εἰδότες τὰς ἀληθεῖς αἰτίας ἐπαινῶμεν καὶ θαυμάζωμεν κατὰ λόγον τοὺς ἡγουμένους.

περὶ μὲν οὖν τῶν πρὸς Ἀννίβαν ἀγώνων γεγονότων Ῥωμαίοις καὶ τῶν ἐν τούτοις ἐλαττωμάτων οὐδὲν ἂν δέοι πλείω λέγειν· οὐ γὰρ παρὰ τὸν καθοπλισμὸν οὐδὲ παρὰ τὴν σύνταξιν, ἀλλὰ παρὰ τὴν ἐπιδεξιότητα τὴν Ἀννίβου καὶ τὴν ἀγχίνοιαν περιέπιπτον τοῖς ἐλαττώμασι.

δῆλον δὲ τοῦτο πεποιήκαμεν ἡμεῖς ἐπʼ αὐτῶν ὑποδεικνύοντες τῶν ἀγώνων.

μαρτυρεῖ δὲ τοῖς ἡμετέροις λόγοις πρῶτον μὲν τὸ τέλος τοῦ πολέμου· προσγενομένου γὰρ στρατηγοῦ τοῖς Ῥωμαίοις παραπλησίαν δύναμιν ἔχοντος Ἀννίβᾳ, ταχέως καὶ τὸ νικᾶν συνεξηκολούθησε τοῖς προειρημένοις·

εἶτα καὶ αὐτὸς Ἀννίβας ἀποδοκιμάσας τὸν ἐξ ἀρχῆς αὐτοῖς ὑπάρχοντα καθοπλισμόν, ἅμα τῷ νικῆσαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖς Ῥωμαίων ὅπλοις καθοπλίσας τὰς οἰκείας δυνάμεις, τούτοις διετέλεσε χρώμενος τὸν ἑξῆς χρόνον.

Πύρρος γε μὴν οὐ μόνον ὅπλοις, ἀλλὰ καὶ δυνάμεσιν Ἰταλικαῖς συγκέχρηται, τιθεὶς ἐναλλὰξ σημαίαν καὶ σπεῖραν φαλαγγιτικὴν ἐν τοῖς πρὸς Ῥωμαίους ἀγῶσιν.

ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐδύνατο νικᾶν, ἀλλʼ ἀεί πως ἀμφίδοξα τὰ τέλη τῶν κινδύνων αὐτοῖς ἀπέβαινε.

περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἦν προειπεῖν χάριν τοῦ μηδὲν ἀντεμφαίνειν ταῖς ἡμετέραις ἀποφάσεσιν· ἐπάνειμι δʼ ἐπὶ τὴν προκειμένην σύγκρισιν.

ὅτι μὲν ἐχούσης τῆς φάλαγγος τὴν αὑτῆς ἰδιότητα καὶ δύναμιν οὐδὲν ἂν ὑποσταίη κατὰ πρόσωπον οὐδὲ μείναι τὴν ἔφοδον αὐτῆς, εὐχερὲς καταμαθεῖν ἐκ πολλῶν.

ἐπεὶ γὰρ ὁ μὲν ἀνὴρ ἵσταται σὺν τοῖς ὅπλοις ἐν τρισὶ ποσὶ κατὰ τὰς ἐναγωνίους πυκνώσεις, τὸ δὲ τῶν σαρισῶν μέγεθός ἐστι κατὰ μὲν τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἑκκαίδεκα πηχῶν, κατὰ δὲ τὴν ἁρμογὴν τὴν πρὸς τὴν ἀλήθειαν δεκατεττάρων,

τούτων δὲ τοὺς τέτταρας ἀφαιρεῖ τὸ μεταξὺ τοῖν χεροῖν διάστημα καὶ τὸ κατόπιν σήκωμα τῆς προβολῆς,

φανερὸν ὅτι τοὺς δέκα πήχεις προπίπτειν ἀνάγκη τὴν σάρισαν πρὸ τῶν σωμάτων ἑκάστου τῶν ὁπλιτῶν, ὅταν ἴῃ διʼ ἀμφοῖν τοῖν χεροῖν προβαλόμενος ἐπὶ τοὺς πολεμίους.