Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἀθηναίοις μὲν γὰρ τῆς πρὸς Φίλιππον ἀντιπαραγωγῆς τὸ τέλος ἀπέβη τὸ πεῖραν λαβεῖν τῶν μεγίστων συμπτωμάτων πταίσασι τῇ μάχῃ τῇ περὶ Χαιρώνειαν·

εἰ δὲ μὴ διὰ τὴν τοῦ βασιλέως μεγαλοψυχίαν καὶ φιλοδοξίαν, καὶ πορρωτέρω τὰ τῆς ἀτυχίας ἂν αὐτοῖς προύβη διὰ τὴν Δημοσθένους πολιτείαν.

διὰ δὲ τοὺς προειρημένους ἄνδρας κοινῇ μὲν Ἀρκάσι καὶ Μεσσηνίοις ἀπὸ Λακεδαιμονίων ἀσφάλεια καὶ ῥᾳστώνη παρεσκευάσθη, κατʼ ἰδίαν δὲ ταῖς αὐτῶν πατρίσι πολλὰ καὶ λυσιτελῆ συνεξηκολούθησε.

τίσιν οὖν εἰκότως ἂν ἐπιφέροι τις τὴν ὀνομασίαν ταύτην, ἔστι μὲν δυσπαράγραφον·

μάλιστα δʼ ἂν προστρέχοι πρὸς τὴν ἀλήθειαν ἐπὶ τοὺς τοιούτους φέρων, ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς ὁλοσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας χάριν ἢ τῆς πρὸς τοὺς ἀντιπολιτευομένους διαφορᾶς ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις,

ἢ καὶ νὴ Δία πάλιν ὅσοι φρουρὰν εἰσδεχόμενοι καὶ συγχρώμενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν πλεῖον δυναμένων ἐξουσίαν.

τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάττοι πάντας.

οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ καλὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησε, τὰ δʼ ἐναντία πᾶσιν ὁμολογουμένως.

ᾗ καὶ θαυμάζειν ἔστι πρὸς τὸν ἐξ ἀρχῆς λόγον, πρὸς τί ποτε βλέποντες ἢ τίσι χρώμενοι διαλογισμοῖς ὁρμῶσι πρὸς τὴν τοιαύτην ἀτυχίαν.

οὔτε γὰρ ἔλαθε πώποτε προδοὺς οὐδεὶς πόλιν ἢ στρατόπεδον ἢ φρούριον, ἀλλὰ κἂν παρʼ αὐτὸν τὸν τῆς πράξεως καιρὸν ἀγνοηθῇ τις, ὅ γʼ ἐπιγινόμενος χρόνος ἐποίησε φανεροὺς ἅπαντας·

οὐδὲ μὴν γνωσθεὶς οὐδεὶς οὐδέποτε μακάριον ἔσχε βίον, ἀλλʼ ὡς μὲν ἐπίπαν ὑπʼ αὐτῶν τούτων οἷς χαρίζονται τυγχάνουσι τῆς ἁρμοζούσης τιμωρίας.

χρῶνται μὲν γὰρ τοῖς προδόταις οἱ στρατηγοὶ καὶ δυνάσται πολλάκις διὰ τὸ συμφέρον· ὅταν γε μὴν ἀποχρήσωνται, χρῶνται λοιπὸν ὡς προδόταις, κατὰ τὸν Δημοσθένην,