Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Φαινέου μὲν γὰρ παθόντος τι πολλοὺς εἶναι τοὺς στρατηγήσοντας Αἰτωλῶν, Φιλίππου δʼ ἀπολομένου κατὰ τὸ παρὸν οὐκ εἶναι τὸν βασιλεύσοντα Μακεδόνων.

ἐδόκει μὲν οὖν πᾶσι φορτικῶς κατάρχεσθαι τῆς ὁμιλίας. ὅμως δὲ λέγειν αὐτὸν ἐκέλευεν ὁ Τίτος ὑπὲρ ὧν πάρεστιν.

ὁ δὲ Φίλιππος οὐκ ἔφη τὸν λόγον αὑτῷ καθήκειν, ἀλλʼ ἐκείνῳ· διόπερ ἠξίου διασαφεῖν τὸν Τίτον τί δεῖ ποιήσαντα τὴν εἰρήνην ἄγειν.

ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς αὑτῷ μὲν ἁπλοῦν τινα λόγον ἔφη καθήκειν καὶ φαινόμενον.

κελεύειν γὰρ αὐτὸν ἐκ μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκχωρεῖν, ἀποδόντα τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους ἑκάστοις οὓς ἔχει,

τοὺς δὲ κατὰ τὴν Ἰλλυρίδα τόπους παραδοῦναι Ῥωμαίοις, ὧν γέγονε κύριος μετὰ τὰς ἐν Ἠπείρῳ διαλύσεις· ὁμοίως δὲ καὶ Πτολεμαίῳ τὰς πόλεις ἀποκαταστῆσαι πάσας, ἃς παρῄρηται μετὰ τὸν Πτολεμαίου τοῦ Φιλοπάτορος θάνατον.