Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

--- οἱ οἰκοῦντες Καρθαεῖς. Πολύβιος ι#2#.

Μάντυα, πόλις Ῥωμαίων.

τὸ ἐθνικὸν Μαντυανός. Πολύβιος ἑκκαιδεκάτῳ.

[*](νιηιλ ηυιυς λιβρι συπερεστ.)

ἐπελθόντος δὲ τοῦ τεταγμένου καιροῦ παρῆν ὁ μὲν Φίλιππος ἐκ Δημητριάδος ἀναχθεὶς εἰς τὸν Μηλιέα κόλπον, πέντε λέμβους ἔχων καὶ μίαν πρίστιν, ἐφʼ ἧς αὐτὸς ἐπέπλει.

συνῆσαν δʼ αὐτῷ Μακεδόνες μὲν Ἀπολλόδωρος καὶ Δημοσθένης οἱ γραμματεῖς, ἐκ Βοιωτίας Βραχύλλης, Ἀχαιὸς δὲ Κυκλιάδας, ἐκπεπτωκὼς ἐκ Πελοποννήσου διὰ τὰς πρότερον ὑφʼ ἡμῶν εἰρημένας αἰτίας.

μετὰ δὲ τοῦ Τίτου παρῆν ὅ τε βασιλεὺς Ἀμύνανδρος καὶ παρʼ Ἀττάλου Διονυσόδωρος,