Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἅμα δὲ τῷ παραβάλλειν εἰς τοὺς κατὰ τὴν ἐνέδραν τόπους, διαναστάντων τῶν Ἀχαιῶν οἱ μὲν κατεκόπησαν, οἱ δʼ ἑάλωσαν αὐτῶν. —

ὁ δὲ Φίλιππος ὁρῶν τοὺς Ἀχαιοὺς εὐλαβῶς διακειμένους πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, ἐσπούδαζε κατὰ πάντα τρόπον ἐμβιβάσαι αὐτοὺς εἰς ἀπέχθειαν.

μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης· ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως· "ὁ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος." —

τῆς δὲ πολιορκίας ῥεμβώδους γενομένης ὁ μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς. —

λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ ὡς "

τοῦ Σκόπα νικηθέντος ὑπʼ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος·

μετʼ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα κατοικοῦντες.

ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες, καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν."

Βαβράντιον, τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ.

Γίττα, πόλις Παλαιστίνης.

Πολύβιος ἑκκαιδεκάτῳ.

Ἕλλα,

χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ι#2#.

Ἴνσοβροι, ἔθνος Ἰταλικόν.

Πολύβιος ι#2#.

Κάνδασα .

--- φρούριον Καρίας. Πολύβιος ἑκκαιδεκάτῳ.

Κάρθαια, μία τῆς ἐν Κέῳ τετραπόλεως .

--- οἱ οἰκοῦντες Καρθαεῖς. Πολύβιος ι#2#.

Μάντυα, πόλις Ῥωμαίων.

τὸ ἐθνικὸν Μαντυανός. Πολύβιος ἑκκαιδεκάτῳ.