Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ταῦτα δʼ ἐπικυρώσαντες τοῦ μὲν ἀντιμεταλλεύειν τοῖς πολεμίοις ἀπέστησαν, ἐπὶ δὲ τοιαύτην γνώμην κατέστησαν ὥστʼ ἐπειδὰν πέσῃ τὸ διατείχισμα, τότʼ ἐπὶ τοῦ πτώματος διαμάχεσθαι καὶ διαποθνήσκειν πρὸς τοὺς βιαζομένους.

ἐξ ὧν εἴποι τις ἂν καὶ τὴν λεγομένην Φωκικὴν ἀπόνοιαν καὶ τὴν Ἀκαρνάνων εὐψυχίαν ὑπερηρκέναι τὴν τῶν Ἀβυδηνῶν τόλμαν.

Φωκεῖς τε γὰρ δοκοῦσι τὰ παραπλήσια βουλεύσασθαι περὶ τῶν ἀναγκαίων, οὐκ εἰς τέλος ἀπηλπισμένας ἔχοντες τὰς τοῦ νικᾶν ἐλπίδας διὰ τὸ μέλλειν ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς Θετταλοὺς ἐν τοῖς ὑπαίθροις ἐκ παρατάξεως· ὁμοίως δὲ καὶ τὸ τῶν Ἀκαρνάνων ἔθνος,

ὅτε προιδόμενοι τὴν Αἰτωλῶν ἔφοδον, ἐβουλεύσαντο παραπλήσια περὶ τῶν ἐνεστώτων· ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἱστορήκαμεν.

Ἀβυδηνοὶ δέ, συγκεκλεισμένοι καὶ σχεδὸν ἀπηλπικότες τὴν σωτηρίαν, πανδημεὶ προείλοντο τῆς εἱμαρμένης τυχεῖν μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν μᾶλλον ἢ ζῶντες ἔτι πρόληψιν ἔχειν τοῦ πεσεῖσθαι τὰ σφέτερα τέκνα καὶ τὰς γυναῖκας ὑπὸ τὴν τῶν ἐχθρῶν ἐξουσίαν.

διὸ καὶ μάλιστʼ ἄν τις ἐπὶ τῆς Ἀβυδηνῶν περιπετείας μέμψαιτο τῇ τύχῃ, διότι τὰς μὲν τῶν προειρημένων συμφορὰς οἷον ἐλεήσασα παραυτίκα διωρθώσατο, περιθεῖσα τὴν νίκην ἅμα καὶ τὴν σωτηρίαν τοῖς ἀπηλπισμένοις, περὶ δʼ Ἀβυδηνῶν τὴν ἐναντίαν εἶχε διάληψιν.

οἱ μὲν γὰρ ἄνδρες ἀπέθανον, ἡ δὲ πόλις ἑάλω, τὰ δὲ τέκνα σὺν αὐταῖς μητράσιν ἐγένετο τοῖς ἐχθροῖς ὑποχείρια.

πεσόντος γὰρ τοῦ διατειχίσματος, ἐπιβάντες ἐπὶ τὸ πτῶμα κατὰ τοὺς ὅρκους διεμάχοντο τοῖς πολεμίοις οὕτω τετολμηκότως ὥστε τὸν Φίλιππον, καίπερ ἐκ διαδοχῆς προβαλόμενον τοὺς Μακεδόνας ἕως νυκτός, τέλος ἀποστῆναι τῆς μάχης, δυσελπιστήσαντα καὶ περὶ τῆς ὅλης ἐπιβολῆς.

οὐ γὰρ μόνον ἐπὶ τοὺς θνήσκοντας τῶν πολεμίων ἐπιβαίνοντες ἠγωνίζοντο μετὰ παραστάσεως οἱ προκινδυνεύοντες τῶν Ἀβυδηνῶν, οὐδὲ τοῖς ξίφεσι καὶ τοῖς δόρασιν αὐτοῖς ἐμάχοντο παραβόλως,

ἀλλʼ ὅτε τι τούτων ἀχρειωθὲν ἀδυνατήσειεν ἢ μετὰ βίας προοῖντʼ ἐκ τῶν χειρῶν, συμπλεκόμενοι τοῖς Μακεδόσιν οὓς μὲν ἀνέτρεπον ὁμοῦ τοῖς ὅπλοις, ὧν δὲ συντρίβοντες τὰς σαρίσας αὐτοῖς τοῖς ἐκείνων κλάσμασιν ἐκ διαλήψεως τύπτοντες αὐτῶν ταῖς ἐπιδορατίσι τὰ πρόσωπα καὶ τοὺς γυμνοὺς τόπους εἰς ὁλοσχερῆ διατροπὴν ἦγον.

ἐπιγενομένης δὲ τῆς νυκτὸς καὶ διαλυθείσης τῆς μάχης, τῶν μὲν πλείστων τεθνεώτων ἐπὶ τοῦ πτώματος, τῶν δὲ λοιπῶν ὑπὸ τοῦ κόπου καὶ τῶν τραυμάτων ἀδυνατούντων, συναγαγόντες ὀλίγους τινὰς τῶν πρεσβυτέρων Γλαυκίδης καὶ Θεόγνητος κατέβαλον τὸ σεμνὸν καὶ θαυμάσιον τῆς τῶν πολιτῶν προαιρέσεως διὰ τὰς ἰδίας ἐλπίδας·

ἐβουλεύσαντο γὰρ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ζωγρεῖν, ἅμα δὲ τῷ φωτὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἐκπέμπειν μετὰ στεμμάτων πρὸς τὸν Φίλιππον, δεησομένους καὶ παραδιδόντας αὐτῷ τὴν πόλιν.