Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τότε καὶ μᾶλλον ἔτι διὰ τῆς τῶν εἰσαγομένων ἐνεργείας μιμνησκόμενοι τῶν προγεγονότων κινδύνων ἐκπαθεῖς ἐγίνοντο κατά τε τὴν πρὸς θεοὺς εὐχαριστίαν καὶ κατὰ τὴν πρὸς τὸν αἴτιον τῆς τηλικαύτης μεταβολῆς εὔνοιαν.

καὶ γὰρ ὁ Σόφαξ ὁ τῶν Μασαισυλίων βασιλεὺς ἤχθη τότε διὰ τῆς πόλεως ἐν τῷ θριάμβῳ μετὰ τῶν αἰχμαλώτων· ὃς καὶ μετά τινα χρόνον ἐν τῇ φυλακῇ τὸν βίον μετήλλαξε.

τούτων δὲ συντελεσθέντων οἱ μὲν ἐν τῇ Ῥώμῃ κατὰ τὸ συνεχὲς ἐπὶ πολλὰς ἡμέρας ἀγῶνας ἦγον καὶ πανηγύρεις ἐπιφανῶς, χορηγὸν ἔχοντες εἰς ταῦτα τὴν Σκιπίωνος μεγαλοψυχίαν.

ὅτι Φίλιππος ὁ βασιλεὺς τοῦ χειμῶνος ἤδη καταρχομένου, καθʼ ὃν Πόπλιος Σολπίκιος ὕπατος κατεστάθη ἐν Ῥώμῃ, ποιούμενος τὴν διατριβὴν ἐν τοῖς Βαργυλίοις, θεωρῶν καὶ τοὺς Ῥοδίους καὶ τὸν Ἄτταλον οὐχ οἷον διαλύοντας τὸ ναυτικόν, ἀλλὰ καὶ προσπληροῦντας ναῦς καὶ φιλοτιμότερον προσκειμένους ταῖς φυλακαῖς, δυσχρήστως διέκειτο καὶ πολλὰς καὶ ποικίλας εἶχε περὶ τοῦ μέλλοντος ἐπινοίας.

ἅμα μὲν γὰρ ἠγωνία τὸν ἐκ τῶν Βαργυλίων ἔκπλουν καὶ προεωρᾶτο τὸν κατὰ θάλατταν κίνδυνον, ἅμα δὲ τοῖς κατὰ τὴν Μακεδονίαν πράγμασι διαπιστῶν οὐδαμῶς ἐβούλετο παραχειμάζειν κατὰ τὴν Ἀσίαν, φοβούμενος [μὲν οὖν] καὶ τοὺς Αἰτωλοὺς καὶ τοὺς Ῥωμαίους·

καὶ γὰρ οὐδʼ ἠγνόει τὰς ἐξαποστελλομένας κατʼ αὐτοῦ πρεσβείας εἰς Ῥώμην,

διόπερ πέρας ἔχει τὰ κατὰ τὴν Λιβύην. ἐξ ὧν ἐδυσχρηστεῖτο μὲν ὑπερβαλλόντως, ἠναγκάζετο δὲ κατὰ τὸ παρὸν ἐπιμένων αὐτοῦ, τὸ δὴ λεγόμενον, λύκου βίον ζῆν.

παρʼ ὧν μὲν γὰρ ἁρπάζων καὶ κλέπτων, τοὺς δʼ ἀποβιαζόμενος, ἐνίους δὲ παρὰ φύσιν αἰκάλλων διὰ τὸ λιμώττειν αὐτῷ τὸ στράτευμα, ποτὲ μὲν ἐσιτεῖτο κρέα, ποτὲ δὲ σῦκα, ποτὲ δὲ σιτάρια βραχέα παντελῶς·

ὧν τινὰ μὲν αὐτῷ Ζεῦξις ἐχορήγει, τὰ δὲ Μυλασεῖς καὶ Ἀλαβανδεῖς καὶ Μάγνητες, οὕς, ὁπότε μέν τι δοῖεν, ἔσαινεν, ὅτε δὲ μὴ δοῖεν, ὑλάκτει καὶ ἐπεβούλευεν αὐτοῖς.

τέλος ἐπὶ τὴν Μυλασέων πόλιν πράξεις συνεστήσατο διὰ Φιλοκλέους, ἐσφάλη δὲ διὰ τὴν ἀλογίαν τῆς ἐπιβολῆς.

τὴν δʼ Ἀλαβανδέων χώραν ὡς πολεμίαν κατέφθειρε, φήσας ἀναγκαῖον εἶναι πορίζειν τῷ στρατεύματι τὰ πρὸς τὴν τροφήν. —