Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν.

ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτʼ οὐκέτι συνορᾷ.

μετὰ δὲ ταῦτά φησι καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχειρίαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν ἀναχωρεῖν ἐπὶ πόδα, τὰ δὲ θηρία τοὺς ἐγκλίνοντας ἐκδεχόμενα καὶ συμπίπτοντα τοῖς πολεμίοις μεγάλην παρέχεσθαι χρείαν.

πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς γενόμενα παρείχετο χρείαν μεγάλην·

ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν ἦν κρῖναι τὰ θηρία τίς τῶν ὑποπιπτόντων φίλιος ἢ πολέμιός ἐστι.

πρὸς δὲ τούτοις φησὶ τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας.