Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὃ δὲ λέγειν βούλομαι, γένοιτʼ ἂν οὕτω μάλιστα καταφανές.

ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τήν τε Γάζης πολιορκίαν καὶ τὴν γενομένην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακὼς ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις ποιουμένοις,

τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὠλιγώρηκεν ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως.

προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν, τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετʼ ὀλίγων ἱππέων, τὸ δʼ εὐώνυμον αὐτῆς καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους ἐν τοῖς ἐπιπέδοις κεῖσθαι.

τὸν δʼ Ἀντίοχον ἐπὶ μὲν τὴν ἑωθινὴν ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον ἔχοντα μέρος τι τῆς δυνάμεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆς τοὺς ὑπερκειμένους τῶν πολεμίων τόπους,

τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν τὸν μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολεμίων τάξιν, τῶν δʼ ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν κέρας τῆς φάλαγγος, τοὺς δʼ ἐπὶ τὸ δεξιόν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώτερος Ἀντίοχος τῶν υἱῶν.

μετὰ δὲ ταῦτά φησι τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι καὶ τοὺς μετʼ Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις.

ταῦτα δʼ ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχόν φησιν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολεμίων ἔχοντα τὴν κατάφρακτον ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου καὶ καταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων,

τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν.

ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτʼ οὐκέτι συνορᾷ.