Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

αὐτὸ δὲ τὸ πνευμάτιον δέονται συγχωρηθῆναι σφίσι μετὰ τῆς ἀναγκαίας τροφῆς, ἵνα χωρήσαντες εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν μηδὲ βουληθέντες ἔτι δύνωνται λυπεῖν μηδένα.

τῶν μὲν οὖν ἄλλων σωματοφυλάκων οὐδεὶς ὑπήκουσεν, Ἀριστομένης δὲ μόνος ὑπέστη τὴν χρείαν ταύτην ὁ μετά τινα χρόνον ἐπὶ τῶν πραγμάτων γενόμενος. ὁ δʼ ἀνὴρ οὗτος τὸ μὲν γένος ἦν Ἀκαρνάν,

καθʼ ὅσον δὲ προβαίνων κατὰ τὴν ἡλικίαν, γενόμενος κύριος τῶν ὅλων πραγμάτων, κάλλιστα καὶ σεμνότατα δοκεῖ προστῆναι τοῦ τε βασιλέως καὶ τῆς βασιλείας, κατὰ τοσοῦτον κεκολακευκέναι τὴν Ἀγαθοκλέους εὐκαιρίαν.

πρῶτος μὲν γὰρ ὡς ἑαυτὸν ἐπὶ δεῖπνον καλέσας τὸν Ἀγαθοκλέα χρυσοῦν στέφανον ἀνέδωκε μόνῳ τῶν παρόντων, ὃ τοῖς βασιλεῦσιν αὐτοῖς ἔθος ἐστὶ μόνοις συγχωρεῖσθαι,

πρῶτος δὲ τὴν εἰκόνα τοῦ προειρημένου φέρειν ἐτόλμησεν ἐν τῷ δακτυλίῳ· γενομένης δὲ θυγατρὸς αὐτῷ ταύτην Ἀγαθόκλειαν προσηγόρευσεν.

ἀλλʼ ἴσως ὑπὲρ μὲν τούτων ἐξαρκεῖ καὶ τὰ νῦν εἰρημένα· λαβὼν δὲ τὰς προειρημένας ἐντολὰς καὶ διά τινος ῥινοπύλης ἐξελθών, ἧκε πρὸς τοὺς Μακεδόνας.

βραχέα δʼ αὐτοῦ διαλεχθέντος καὶ δηλώσαντος τὴν προαίρεσιν, ἐπεβάλοντο μὲν οἱ Μακεδόνες παραχρῆμα συγκεντῆσαι, ταχὺ δέ τινων ὑπερεχόντων αὐτοῦ τὰς χεῖρας καὶ παραιτησαμένων τοὺς πολλούς, ἐπανῆλθε λαβὼν ἐντολὴν ἢ τὸν βασιλέα πρὸς αὐτοὺς ἄγονθʼ ἥκειν ἢ μηδʼ αὐτὸν ἐξιέναι.

τὸν μὲν οὖν Ἀριστομένην ταῦτʼ εἰπόντες οἱ Μακεδόνες ἀπέπεμψαν, αὐτοὶ δὲ ταῖς δευτέραις θύραις ἐγγίσαντες ἐξέωσαν καὶ ταύτας.

οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα θεωροῦντες τὴν τῶν Μακεδόνων βίαν διά τε τῶν ἐνεργουμένων καὶ διὰ τῆς ἀποκρίσεως, τὸ μὲν πρῶτον ἐπεβάλοντο διὰ τῆς θύρας προτείναντες τὰς χεῖρας, ἡ δʼ Ἀγαθόκλεια καὶ τοὺς μασθούς, οἷς ἔφη θρέψαι τὸν βασιλέα, δεῖσθαι τῶν Μακεδόνων, πᾶσαν προϊέμενοι φωνὴν

πρὸς τὸ περιποιήσασθαι τὸ ζῆν αὐτὸ μόνον· ἐπεὶ δὲ πολλὰ κατολοφυρόμενοι τὴν αὑτῶν τύχην οὐδὲν ἤνυον, τέλος ἐξέπεμψαν τὸν παῖδα μετὰ τῶν σωματοφυλάκων.

οἱ δὲ Μακεδόνες, παραλαβόντες τὸν βασιλέα καὶ ταχέως ἐφʼ ἵππον ἀναβιβάσαντες, ἦγον εἰς τὸ στάδιον.

ἅμα δὲ τῷ φανῆναι μεγάλης κραυγῆς καὶ κρότου γενηθέντος, ἐπιστήσαντες τὸν ἵππον καθεῖλον τὸν παῖδα, καὶ προαγαγόντες ἐκάθισαν εἰς τὴν βασιλικὴν θέαν.

περὶ δὲ τοὺς ὄχλους ἐγένετό τις ἅμα χαρὰ καὶ λύπη· τὰ μὲν γὰρ ἦσαν περιχαρεῖς ἐπὶ τῷ κεκομίσθαι τὸν παῖδα, τὰ δὲ πάλιν δυσηρέστουν τῷ μὴ συνειλῆφθαι τοὺς αἰτίους μηδὲ τυγχάνειν τῆς ἁρμοζούσης τιμωρίας.

διὸ καὶ συνεχῶς ἐβόων, ἄγειν κελεύοντες καὶ παραδειγματίζειν τοὺς πάντων τῶν κακῶν αἰτίους.