Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ τὸ μὲν πρῶτον ἐλιπάρει γονυπετοῦσα καὶ μαγγανεύουσα πρὸς τὰς θεάς, μετὰ δὲ ταῦτα καθίσασα πρὸς τὸν βωμὸν εἶχε τὴν ἡσυχίαν. αἱ μὲν οὖν πολλαὶ τῶν γυναικῶν,

ἡδέως ὁρῶσαι τὴν δυσθυμίαν καὶ περικάκησιν αὐτῆς, ἀπεσιώπων· αἱ δὲ τοῦ Πολυκράτους συγγενεῖς καί τινες ἕτεραι τῶν ἐνδόξων, ἀδήλου τῆς περιστάσεως αὐταῖς ἀκμὴν ὑπαρχούσης, προσελθοῦσαι παρεμυθοῦντο τὴν Οἰνάνθην.

ἡ δʼ ἀναβοήσασα μεγάλῃ τῇ φωνῇ "μή μοι πρόσιτέ" φησι "θηρία· καλῶς γὰρ ὑμᾶς γινώσκω, διότι καὶ φρονεῖθʼ ἡμῖν ἐναντία καὶ ταῖς θεαῖς εὔχεσθε τὰ δυσχερέστατα καθʼ ἡμῶν.

οὐ μὴν ἀλλʼ ἔτι πέποιθα τῶν θεῶν βουλομένων γεύσειν ὑμᾶς τῶν ἰδίων τέκνων"

. καὶ ταῦτʼ εἰποῦσα ταῖς ῥαβδούχοις ἀνείργειν προσέταξε καὶ παίειν τὰς μὴ πειθαρχούσας.

αἱ δʼ ἐπιλαβόμεναι τῆς προφάσεως ταύτης ἀπηλλάττοντο πᾶσαι, τοῖς θεοῖς ἀνίσχουσαι τὰς χεῖρας καὶ καταρώμεναι λαβεῖν αὐτὴν ἐκείνην πεῖραν τούτων, ἃ κατὰ τῶν πέλας ἐπανετείνετο πράξειν.

ἤδη δὲ κεκριμένου τοῦ καινοτομεῖν τοῖς ἀνδράσιν, ἐπιγενομένης καθʼ ἑκάστην οἰκίαν καὶ τῆς ἐκ τῶν γυναικῶν ὀργῆς διπλάσιον ἐξεκαύθη τὸ μῖσος.

ἅμα δὲ τῷ μεταλαβεῖν τὸ τῆς νυκτὸς πᾶσα πλήρης ἦν ἡ πόλις θορύβου καὶ φώτων καὶ διαδρομῆς·

οἱ μὲν γὰρ εἰς τὸ στάδιον ἡθροίζοντο μετὰ κραυγῆς, οἱ δὲ παρεκάλουν ἀλλήλους, οἱ δὲ κατεδύοντο διαδιδράσκοντες εἰς ἀνυπονοήτους οἰκίας καὶ τόπους·

ἤδη δὲ τῶν περὶ τὴν αὐλὴν εὐρυχωριῶν καὶ τοῦ σταδίου καὶ τῆς πλατείας πλήρους ὑπαρχούσης ὄχλου παντοδαποῦ καὶ τῆς περὶ τὸ Διονυσιακὸν θέατρον προστασίας,

πυθόμενος τὸ συμβαῖνον Ἀγαθοκλῆς ἐξηγέρθη μεθύων, ἄρτι καταλελυκὼς τὸν πότον, καὶ παραλαβὼν τοὺς συγγενεῖς πάντας πλὴν Φίλωνος ἧκε πρὸς τὸν βασιλέα.

καὶ βραχέα πρὸς τοῦτον οἰκτισάμενος καὶ λαβόμενος αὐτοῦ τῆς χειρός, ἀνέβαινεν εἰς τὴν σύριγγα τὴν μεταξὺ τοῦ Μαιάνδρου καὶ τῆς παλαίστρας κειμένην καὶ φέρουσαν ἐπὶ τὴν τοῦ θεάτρου πάροδον.

μετὰ δὲ ταῦτα, δύο θύρας ἀσφαλισάμενος τὰς πρώτας, εἰς τὴν τρίτην ἀνεχώρησε μετὰ δυεῖν ἢ τριῶν σωματοφυλάκων καὶ τοῦ βασιλέως καὶ τῆς αὑτοῦ συγγενείας.

συνέβαινε δὲ τὰς θύρας εἶναι δικτυωτὰς διαφανεῖς, ἀποκλειομένας δὲ διττοῖς μοχλοῖς.