Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοτὲ δὲ συνωμότας κατέγραφον καὶ κοινωνοὺς τῆς τόλμης, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν τοὺς μὲν κατασφάξοντες, τοὺς δὲ συλληψόμενοι, μετὰ δὲ ταῦτα τυραννικὴν ἐξουσίαν περιποιησόμενοι.

ταῦτα δʼ αὐτῶν διανοουμένων προσέπεσε διαβολὴ κατά τινος Μοιραγένους, ἑνὸς τῶν σωματοφυλάκων, διότι μηνύοι πάντα τῷ Τληπολέμῳ καὶ συνεργοίη διὰ τὴν πρὸς Ἀδαῖον οἰκειότητα τὸν ἐπὶ τῆς Βουβαστοῦ τότε καθεσταμένον.

ὁ δʼ Ἀγαθοκλῆς εὐθέως συνέταξε Νικοστράτῳ τῷ πρὸς τοῖς γράμμασι τεταγμένῳ συλλαβόντι τὸν Μοιραγένη φιλοτίμως ἐξετάσαι, πᾶσαν προτιθέντα βάσανον.

οὗτος μὲν οὖν παραχρῆμα συλληφθεὶς ὑπὸ τοῦ Νικοστράτου καὶ παραχθεὶς εἴς τινα μέρη τῆς αὐλῆς ἀποκεχωρηκότα, τὸ μὲν πρῶτον ἐξ ὀρθῆς ἀνεκρίνετο περὶ τῶν προσπεπτωκότων,

πρὸς οὐδὲν δὲ τῶν λεγομένων ἀνθομολογούμενος ἐξεδύθη· καὶ τινὲς μὲν τὰ πρὸς τὰς βασάνους ὄργανα διεσκεύαζον, οἱ δὲ τὰς μάστιγας ἔχοντες μετὰ χεῖρας ἀπεδύοντο τὰς χλαμύδας.

κατὰ δὲ τὸν καιρὸν τοῦτον προστρέχει τις τῶν ὑπηρετῶν πρὸς τὸν Νικόστρατον, καὶ ψιθυρίσας πρὸς τὴν ἀκοὴν ἅττα δήποτʼ οὖν ἀπηλλάττετο μετὰ σπουδῆς. ὁ δὲ Νικόστρατος ἐκ ποδὸς ἐπηκολούθει τούτῳ,

λέγων μὲν οὐδέν, τύπτων δὲ συνεχῶς τὸν μηρόν.

περὶ δὲ τὸν Μοιραγένην ἄφατον ἦν καὶ παράλογον τὸ συμβαῖνον.

οἱ μὲν γὰρ μόνον οὐ διατεταμένοι τὰς μάστιγας παρέστασαν, οἱ δὲ πρὸ ποδῶν αὐτοῦ τὰ πρὸς ἀνάγκας ὄργανα διεσκεύαζον·

τοῦ δὲ Νικοστράτου παραχωρήσαντος ἕστασαν ἀχανεῖς πάντες, ἐμβλέποντες ἀλλήλοις, προσδοκῶντες ἀεί ποτε τὸν προειρημένον ἀνακάμψειν.