Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

νομίζων τοὺς διʼ αὑτοῦ ξενολογηθέντας καὶ μισθοδοτουμένους τῶν μὲν προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ τῆς ἐπανορθώσεως, ἑτοίμους ἕξειν συναγωνιστὰς καὶ συνεργοὺς πρὸς τὸ παραγγελλόμενον.

ταῦτα δʼ ἐγενήθη πρότερα τοῦ παρὰ Φιλίππῳ διαβουλίου , ὡς ἐδηλώσαμεν· ἀλλʼ ἐκείνων κατὰ τὴν τῆς διηγήσεως τάξιν προτέρων λαμβανομένων ἀναγκαῖον ἦν οὕτως ταῦτα χειρίζειν ὥστε πρότερον ἐξηγεῖσθαι τὰς ἐντεύξεις καὶ τοὺς χρηματισμοὺς τῶν πρεσβευτῶν καὶ τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς.

ὁ δʼ Ἀγαθοκλῆς ἐπεὶ τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐκποδὼν ἐποίησε, καὶ τὸ πολὺ τῆς τοῦ πλήθους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε. καὶ τὰς μὲν τῶν φίλων χώρας ἀνεπλήρωσε,

παρεισαγαγὼν ἐκ τῆς διακονίας καὶ τῆς ἄλλης ὑπηρεσίας τοὺς εἰκαιοτάτους καὶ θρασυτάτους·

αὐτὸς δὲ τὸ πολὺ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐν μέθῃ διέτριβε καὶ ταῖς τῇ μέθῃ παρεπομέναις ἀκρασίαις, οὐ φειδόμενος οὔτʼ ἀκμαζούσης γυναικὸς οὔτε νύμφης οὔτε παρθένου, καὶ πάντα ταῦτʼ ἔπραττε μετὰ τῆς ἐπαχθεστάτης φαντασίας.

ὅθεν πολλῆς μὲν καὶ παντοδαπῆς γινομένης δυσαρεστήσεως, οὐδεμιᾶς δὲ θεραπείας οὐδὲ βοηθείας προσαγομένης, τὸ δʼ ἐναντίον ἀεὶ προσεπαγομένης ὕβρεως, ὑπερηφανίας, ῥᾳθυμίας,

ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προϋπάρχον μῖσος καὶ πάντες ἀνενεοῦντο τὰ προγεγενημένα περὶ τὴν βασιλείαν ἀτυχήματα διὰ τοὺς ἀνθρώπους τούτους.

τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον, καὶ διʼ οὗ τὴν ὀργὴν εἰς τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἀπερείσονται, τὴν ἡσυχίαν ἦγον, ἔτι μίαν ἐλπίδα καραδοκοῦντες τὴν κατὰ τὸν Τληπόλεμον καὶ ταύτῃ προσανέχοντες.

ὁ δὲ Τληπόλεμος, ἕως μὲν ὁ βασιλεὺς ἔζη, τὰ καθʼ αὑτὸν ἔπραττεν· ἅμα δὲ τῷ μεταλλάξαι ʼκεῖνον ταχέως ἐξομαλίσας τὰ πλήθη στρατηγὸς πάλιν ἐγενήθη τῶν κατὰ Πηλούσιον τόπων.

καὶ τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὴν ἀναφορὰν τῶν πραττομένων ἐπὶ τὸ τοῦ βασιλέως συμφέρον, πεπεισμένος ὑπάρξειν τι συνέδριον ὃ τήν τε τοῦ παιδὸς ἐπιτροπείαν ἕξει καὶ τὴν τῶν ὅλων προστασίαν.

ὡς δʼ ἑώρα τοὺς μὲν ἀξίους ἐπιτροπῆς ἄνδρας ἐκποδὼν γεγονότας, τῆς δὲ τῶν ὅλων ἀρχῆς κατατολμῶντα τὸν Ἀγαθοκλέα, ταχέως ἐφʼ ἑτέρας ἐγένετο γνώμης, ὑφορώμενος τὸν προεστῶτα κίνδυνον διὰ τὴν ὑποκειμένην αὐτοῖς ἔχθραν, καὶ τάς τε δυνάμεις περὶ αὑτὸν ἥθροιζε καὶ περὶ πόρον ἐγίνετο χρημάτων, ἵνα μηδενὶ τῶν ἐχθρῶν εὐχείρωτος ᾖ.