Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ τῶν Ῥοδίων δῆμος ἀπὸ ταύτης τῆς ἡμέρας ὡς περὶ πολεμίου διελάμβανε τοῦ Φιλίππου, καὶ πρὸς τοῦτον τὸν σκοπὸν ἐποιεῖτο τὰς παρασκευάς.

παραπλήσιον δὲ καὶ τοῖς Αἰτωλοῖς μῖσος ἐκ ταύτης τῆς πράξεως ἐνειργάσατο πρὸς αὑτόν·

ἄρτι γὰρ διαλελυμένος καὶ τὰς χεῖρας ἐκτείνων πρὸς τὸ ἔθνος, οὐδεμιᾶς προφάσεως ἐγγινομένης, φίλων ὑπαρχόντων καὶ συμμάχων Αἰτωλῶν, Λυσιμαχέων,

Καλχηδονίων, Κιανῶν, βραχεῖ χρόνῳ πρότερον, πρῶτον μὲν προσηγάγετο τὴν Λυσιμαχέων πόλιν, ἀποσπάσας ἀπὸ τῆς τῶν Αἰτωλῶν συμμαχίας, δευτέραν δὲ τὴν Καλχηδονίων, τρίτην δὲ τὴν Κιανῶν ἐξηνδραποδίσατο, στρατηγοῦ παρʼ Αἰτωλῶν ἐν αὐτῇ διατρίβοντος καὶ προεστῶτος τῶν κοινῶν. Προυσίας δέ,

καθὸ μὲν ἡ πρόθεσις αὐτοῦ συντελείας ἔτυχε, περιχαρὴς ἦν, καθὸ δὲ τὰ μὲν ἆθλα τῆς ἐπιβολῆς ἕτερος ἀπέφερεν, αὐτὸς δὲ πόλεως οἰκόπεδον ἔρημον ἐκληρονόμει, δυσχερῶς διέκειτο, ποιεῖν δʼ οὐδὲν οἷός τʼ ἦν. —