Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὥστε τοὺς Ῥοδίους, ἔτι μεταξὺ τοῦ πρεσβευτοῦ τὰ προειρημένα λέγοντος, ἐπεὶ προελθὼν ὁ πρύτανις διεσάφει τὰ προσηγγελμένα, μὴ δύνασθαι πιστεῦσαι διὰ τὴν ὑπερβολὴν τῆς ἀθεσίας.

Φίλιππος μὲν οὖν, παρασπονδήσας οὐχ οὕτως Κιανοὺς ὡς ἑαυτόν, εἰς τοιαύτην ἄγνοιαν ἢ καὶ παράπτωσιν τοῦ καθήκοντος ἧκεν ὥστʼ ἐφʼ οἷς ἐχρῆν αἰσχύνεσθαι καθʼ ὑπερβολήν, ἐπὶ τούτοις ὡς καλοῖς σεμνύνεσθαι καὶ μεγαλαυχεῖν·

ὁ δὲ τῶν Ῥοδίων δῆμος ἀπὸ ταύτης τῆς ἡμέρας ὡς περὶ πολεμίου διελάμβανε τοῦ Φιλίππου, καὶ πρὸς τοῦτον τὸν σκοπὸν ἐποιεῖτο τὰς παρασκευάς.

παραπλήσιον δὲ καὶ τοῖς Αἰτωλοῖς μῖσος ἐκ ταύτης τῆς πράξεως ἐνειργάσατο πρὸς αὑτόν·

ἄρτι γὰρ διαλελυμένος καὶ τὰς χεῖρας ἐκτείνων πρὸς τὸ ἔθνος, οὐδεμιᾶς προφάσεως ἐγγινομένης, φίλων ὑπαρχόντων καὶ συμμάχων Αἰτωλῶν, Λυσιμαχέων,

Καλχηδονίων, Κιανῶν, βραχεῖ χρόνῳ πρότερον, πρῶτον μὲν προσηγάγετο τὴν Λυσιμαχέων πόλιν, ἀποσπάσας ἀπὸ τῆς τῶν Αἰτωλῶν συμμαχίας, δευτέραν δὲ τὴν Καλχηδονίων, τρίτην δὲ τὴν Κιανῶν ἐξηνδραποδίσατο, στρατηγοῦ παρʼ Αἰτωλῶν ἐν αὐτῇ διατρίβοντος καὶ προεστῶτος τῶν κοινῶν. Προυσίας δέ,

καθὸ μὲν ἡ πρόθεσις αὐτοῦ συντελείας ἔτυχε, περιχαρὴς ἦν, καθὸ δὲ τὰ μὲν ἆθλα τῆς ἐπιβολῆς ἕτερος ἀπέφερεν, αὐτὸς δὲ πόλεως οἰκόπεδον ἔρημον ἐκληρονόμει, δυσχερῶς διέκειτο, ποιεῖν δʼ οὐδὲν οἷός τʼ ἦν. —

ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἐφʼ ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν, καὶ ταύτην φιλίαν οὖσαν ἐξηνδραποδίσατο. —