Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι Μολπαγόρας τις ἦν παρὰ τοῖς Κιανοῖς, ἀνὴρ καὶ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν αἵρεσιν δημαγωγικὸς καὶ πλεονέκτης.

ὃς πρὸς χάριν ὁμιλῶν τῷ πλήθει καὶ τοὺς εὐκαιροῦντας τοῖς βίοις ὑποβάλλων τοῖς ὄχλοις, καὶ τινὰς μὲν εἰς τέλος ἀναιρῶν, τινὰς δὲ φυγαδεύων καὶ τὰς οὐσίας τὰς τούτων δημεύων καὶ διαδιδοὺς τοῖς πολλοῖς, ταχέως τῷ τοιούτῳ τρόπῳ περιεποιήσατο μοναρχικὴν ἐξουσίαν. —

Κιανοὶ μὲν οὖν περιέπεσον τηλικαύταις συμφοραῖς οὐχ οὕτως διὰ τὴν τύχην οὐδὲ διὰ τὴν τῶν πέλας ἀδικίαν, τὸ δὲ πλεῖον διὰ τὴν αὑτῶν ἀβουλίαν καὶ κακοπολιτείαν,

προάγοντες ἀεὶ τοὺς χειρίστους καὶ κολάζοντες τοὺς ἐναντιουμένους τούτοις, ἵνα διαιρῶνται τὰς ἀλλήλων οὐσίας,

εἰς ταύτας οἷον ἐθελοντὴν ἐνέπεσον τὰς ἀτυχίας, εἰς ἃς οὐκ οἶδʼ ὅπως πάντες ἄνθρωποι προφανῶς ἐμπίπτοντες οὐ δύνανται λῆξαι τῆς ἀνοίας, ἀλλʼ οὐδὲ βραχὺ διαπιστῆσαι [ῥᾴδιον], καθάπερ ἔνια τῶν ἀλόγων ζῴων.

ἐκεῖνα γὰρ οὐ μόνον ἐὰν αὐτά που δυσχρηστήσῃ περὶ τὰ δελέατα καὶ τὰς ἄρκυς, ἀλλὰ κἂν ἕτερον ἴδῃ κινδυνεῦον, οὐκ ἂν ἔτι ῥᾳδίως αὐτὰ προσαγάγοις πρὸς οὐδὲν τῶν τοιούτων, ἀλλὰ καὶ τὸν τόπον ὑποπτεύει καὶ παντὶ τῷ φαινομένῳ διαπιστεῖ.

οἱ δʼ ἄνθρωποι τὰς μὲν ἀκούοντες ἀπολλυμένας πόλεις ἄρδην τῷ προειρημένῳ τρόπῳ, τὰς δʼ ἀκμὴν ὁρῶντες, ὅμως, ὅταν τις χρησάμενος τῷ πρὸς χάριν λόγῳ προτείνῃ τὴν ἐλπίδα τῆς ἐξ ἀλλήλων ἐπανορθώσεως, προσίασι πρὸς τὸ δέλεαρ ἀνεπιστάτως,

σαφῶς εἰδότες ὅτι τῶν τὰ τοιαῦτα δελέατα καταπιόντων οὐδεὶς οὐδέποτε σέσωσται, πᾶσι δʼ ὁμολογουμένως ὄλεθρον ἐπήνεγκαν αἱ τοιαῦται πολιτεῖαι.