Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ταῦτα μὲν οὖν ἦν τὰ φιλάνθρωπα, τὰ δʼ ἐναντία τούτοις πάλιν τὰ κατὰ τὰς ἀνοχὰς ἀδικήματα γενόμενα πάντα Καρχηδονίους ἀποκαταστῆσαι Ῥωμαίοις, τοὺς αἰχμαλώτους καὶ δραπέτας ἐκ παντὸς ἀποδοῦναι τοῦ χρόνου, τὰ μακρὰ πλοῖα παραδοῦναι πάντα πλὴν δέκα τριήρων, ὁμοίως καὶ πάντας τοὺς ἐλέφαντας.

πόλεμον μηδενὶ τῶν ἔξω τῆς Λιβύης ἐπιφέρειν καθόλου μηδὲ τῶν ἐν τῇ Λιβύῃ χωρὶς τῆς Ῥωμαίων γνώμης·

οἰκίας καὶ χώραν καὶ πόλεις, καὶ εἴ τι ἕτερόν ἐστι Μασαννάσου τοῦ βασιλέως ἢ τῶν προγόνων ἐντὸς τῶν ἀποδειχθησομένων ὅρων αὐτοῖς πάντα ἀποδοῦναι Μασαννάσᾳ·

σιτομετρῆσαί τε τὴν δύναμιν τριμήνου καὶ μισθοδοτῆσαι μέχρι ἂν ἐκ Ῥώμης ἀντιφωνηθῇ τι κατὰ τὰς συνθήκας·

ἐξενεγκεῖν ἀργυρίου τάλαντα μύρια Καρχηδονίους ἐν ἔτεσι πεντήκοντα, φέροντας καθʼ ἕκαστον ἐνιαυτὸν Εὐβοϊκὰ τάλαντα διακόσια·

ὁμήρους δοῦναι πίστεως χάριν ἑκατὸν οὓς ἂν προγράψῃ τῶν νέων ὁ στρατηγὸς τῶν Ῥωμαίων, μὴ νεωτέρους τετταρεσκαίδεκα ἐτῶν μηδὲ πρεσβυτέρους τριάκοντα.

ταῦτα μὲν οὖν ὁ στρατηγὸς εἶπε τῶν Ῥωμαίων τοῖς πρεσβευταῖς· οἱ δʼ ἀκούσαντες ἠπείγοντο καὶ διεσάφουν τοῖς ἐν τῇ πατρίδι.

καθʼ ὃν δὴ καιρὸν λέγεται, μέλλοντός τινος τῶν ἐκ τῆς γερουσίας ἀντιλέγειν τοῖς προτεινομένοις καὶ καταρχομένου, προελθόντα τὸν Ἀννίβαν κατασπάσαι τὸν ἄνθρωπον ἀπὸ τοῦ βήματος.

τῶν δὲ λοιπῶν ἐξοργισθέντων διὰ τὸ παρὰ τὴν συνήθειαν αὐτὸν τοῦτο πρᾶξαι, πάλιν τὸν Ἀννίβαν ἀναστάντα φασὶν ἀγνοεῖν μὲν ὁμολογῆσαι, δεῖν δὲ συγγνώμην ἔχειν, εἴ τι παρὰ τοὺς ἐθισμοὺς πράττει, γινώσκοντας ὅτι τὴν μὲν ἔξοδον ἐκ τῆς πατρίδος ἐνναέτης ὢν ποιήσαιτο, πλείω δὲ τῶν πέντε καὶ τετταράκοντʼ ἐτῶν ἔχων εἰς αὐτὴν ἐπανήκει.

διόπερ ἠξίου μὴ τοῦτο σκοπεῖν, εἴ τι παραπέπαικε τῆς συνηθείας, πολὺ δὲ μᾶλλον, εἰ τοῖς τῆς πατρίδος πράγμασιν ἀληθινῶς συμπάσχει· διὰ γὰρ ταῦτα καὶ νῦν εἰς τὴν ἀλογίαν ἐμπεπτωκένει ταύτην.

θαυμαστὸν γὰρ αὐτῷ φανῆναι καὶ τελέως ἐξηλλαγμένον, εἴ τις ὑπάρχων Καρχηδόνιος καὶ συνειδὼς τὰ βεβουλευμένα καὶ κοινῇ τῇ πατρίδι καὶ κατʼ ἰδίαν ἑκάστοις ἡμῶν κατὰ Ῥωμαίων οὐ προσκυνεῖ τὴν τύχην, εἰ γεγονὼς ὑποχείριος τοιούτων τυγχάνει φιλανθρώπων·

οὓς εἴ τις ὀλίγαις πρότερον ἡμέραις ἤρετο πόσʼ ἐλπίζουσι πείσεσθαι τὴν πατρίδα κρατησάντων Ῥωμαίων, οὐδʼ ἂν εἰπεῖν οἷοί τʼ ἦσαν διὰ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν τῶν προφαινομένων αὐτοῖς κακῶν.

διόπερ ἠξίου καὶ νῦν μηδʼ ἐπὶ λόγον ἄγειν, ἀλλʼ ὁμοθυμαδὸν δεξαμένους τὰ προτεινόμενα θύειν τοῖς θεοῖς, καὶ πάντας εὔχεσθαι βεβαιῶσαι ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων.

φανέντος δὲ φρονίμως αὐτοῦ καὶ τοῖς καιροῖς οἰκείως συμβουλεύειν, ἔδοξε ποιεῖσθαι τὰς συνθήκας ἐπὶ τοῖς προειρημένοις.