Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ποιούμενοι δὲ τὸν κίνδυνον ἐκστατικῶς καὶ παρηλλαγμένως οὐκ ὀλίγους διέφθειραν καὶ τῶν ἰδίων καὶ τῶν ὑπεναντίων.

καὶ δὴ τῷ τοιούτῳ τρόπῳ συνέχεαν ἐπιπεσόντες τὰς τῶν ἁστάτων σημαίας· οἱ μέντοι τῶν πριγκίπων ἡγεμόνες συνθεασάμενοι τὸ γεγονὸς ἐπέστησαν τὰς αὑτῶν τάξεις.

τῶν δὲ μισθοφόρων καὶ τῶν Καρχηδονίων τὸ πλεῖστον μέρος τὸ μὲν ὑφʼ αὑτῶν, τὸ δʼ ὑπὸ τῶν ἁστάτων αὐτοῦ κατεκόπη.

τοὺς δὲ διασῳζομένους καὶ φεύγοντας οὐκ εἴασε καταμιγῆναι ταῖς δυνάμεσιν Ἀννίβας, ἀλλὰ προβαλέσθαι παραγγείλας τοῖς ἐπιστάταις ἐκώλυσε μὴ παραδέξασθαι τοὺς ἐγγίζοντας.

ὅθεν ἠναγκάσθησαν οὗτοι μὲν ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὰ κέρατα καὶ τὰς ἐκ τούτων

εὐρυχωρίας, γενομένου δὲ τοῦ μεταξὺ τόπου τῶν καταλειπομένων στρατοπέδων πλήρους αἵματος, φόνου, νεκρῶν, πολλὴν ἀπορίαν παρεῖχε τῷ τῶν Ῥωμαίων στρατηγῷ τὸ τῆς τροπῆς ἐμπόδιον·

ὅ τε γὰρ τῶν νεκρῶν ὄλισθος, ὡς ἂν αἱμοφύρτων καὶ σωρηδὸν πεπτωκότων, ἥ τε τῶν χύδην ἐρριμμένων ὅπλων ὁμοῦ τοῖς πτώμασιν ἀλογία δυσχερῆ τὴν δίοδον ἔμελλε ποιήσειν τοῖς ἐν τάξει διαπορευομένοις.