Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ τὰ σκῦλα καὶ τοὺς αἰχμαλώτους εὐτρεπεῖς ἔθετο, συγκαλέσας τὸ συνέδριον ἐβουλεύετο περὶ τῶν ἑξῆς, τί δέον ἦν ποιεῖν.

ἔδοξεν οὖν αὐτοῖς τὸν μὲν στρατηγὸν Πόπλιον καὶ μέρος τι τῆς δυνάμεως μένειν ἐπιπορευόμενον τὰς πόλεις, τὸν δὲ Λαίλιον καὶ τὸν Μασαννάσαν, λαβόντας τούς τε Νομάδας καὶ μέρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἕπεσθαι τοῖς περὶ τὸν Σόφακα καὶ μὴ δοῦναι χρόνον εἰς ἐπίστασιν καὶ παρασκευήν.

οὗτοι μὲν ταῦτα βουλευσάμενοι διεχωρίσθησαν, οἱ μὲν ἐπὶ τὸν Σόφακα μετὰ τῶν προειρημένων στρατιωτῶν, ὁ δὲ στρατηγὸς ἐπὶ τὰς πόλεις.

ὧν αἱ μὲν ἐθελοντὴν προσετίθεντο τοῖς Ῥωμαίοις διὰ τὸν φόβον, ἃς δὲ πολιορκῶν ἐξ ἐφόδου κατὰ κράτος ᾕρει.

πάντα δʼ ἦν οἰκεῖα μεταβολῆς τὰ κατὰ τὴν χώραν, ἅτε συνεχῶς [τε] ἐκκείμενα ταῖς κακοπαθείαις καὶ ταῖς εἰσφοραῖς διὰ τὸ πολυχρονίους γεγονέναι τοὺς κατὰ τὴν Ἰβηρίαν πολέμους.

ἐν δὲ τῇ Καρχηδόνι μεγάλης καὶ πρότερον ὑπαρχούσης ἀκαταστασίας, ἔτι μείζω τότε συνέβαινε γίνεσθαι τὴν ταραχήν, ὡς ἂν ἐκ δευτέρου τηλικαύτῃ πληγῇ περιπεπτωκότων ἤδη καὶ ἀπειπόντων τὰς ἐν αὑτοῖς ἐλπίδας.

οὐ μὴν ἀλλʼ οἱ μὲν ἀνδρωδέστατοι δοκοῦντες εἶναι τῶν συμβούλων ταῖς μὲν ναυσὶν ἐκέλευον ἤδη πλεῖν ἐπὶ τοὺς τὴν Ἰτύκην πολιορκοῦντας, καὶ τήν τε πολιορκίαν πειρᾶσθαι λύειν καὶ ναυμαχεῖν τοῖς ὑπεναντίοις, ἀπαρασκεύοις οὖσι πρὸς τοῦτο τὸ μέρος·

ἐπί τε τὸν Ἀννίβαν πέμπειν ἠξίουν καὶ μηδεμίαν ὑπερβολὴν ποιησαμένους ἐξελέγχειν καὶ ταύτην τὴν ἐλπίδα· μεγάλας γὰρ ἀμφοτέραις εἶναι ταῖς ἐπιβολαῖς ἐκ τῶν κατὰ λόγον ἀφορμὰς πρὸς σωτηρίαν.

τινὲς δὲ ταύτας μὲν ἔφασαν μηκέτι φέρειν τοὺς καιρούς, τὴν δὲ πόλιν ὀχυροῦν καὶ παρασκευάζεσθαι πρὸς πολιορκίαν· πολλὰς γὰρ δώσειν ἀφορμὰς ταὐτόματον, ἂν ὁμονοῶσιν.

ἅμα δὲ βουλεύεσθαι περὶ διαλύσεως καὶ συνθηκῶν παρῄνουν, ἐπὶ τίσι καὶ πῶς ἂν λύσιν ποιήσαιντο τῶν ἐνεστώτων κακῶν.

γενομένων δὲ καὶ πλειόνων λόγων περὶ ταῦτα, πάσας ἐκύρωσαν

ἅμα τὰς γνώμας. κριθέντων δὲ τούτων οἱ μὲν εἰς τὴν Ἰταλίαν μέλλοντες πλεῖν εὐθέως ἐκ τοῦ βουλευτηρίου προῆγον ἐπὶ θάλατταν, ὁ δὲ ναύαρχος ἐπὶ τὰς ναῦς· οἱ δὲ λοιποὶ περί τε τῆς κατὰ τὴν πόλιν ἀσφαλείας προενοοῦντο καὶ περὶ τῶν κατὰ μέρος ἐβουλεύοντο συνεχῶς.

καὶ [ὁ] Πόπλιος,

καταγέμοντος ἤδη τοῦ στρατοπέδου τῆς λείας διὰ τὸ μηδένʼ ἀντιπράττειν, ἀλλὰ πάντας εἴκειν ταῖς ἐπιβολαῖς, ἔκρινε τὸ μὲν τῶν λαφύρων πλεῖον εἰς τὴν ἐξ ἀρχῆς παραπέμψαι παρεμβολήν,

αὐτὸς δὲ τὴν στρατείαν ἀναλαβὼν εὔζωνον καταλαβέσθαι τὸν ἐπὶ Τύνητι χάρακα καὶ στρατοπεδεῦσαι τοῖς Καρχηδονίοις ἐν συνόψει· μάλιστα γὰρ οὕτως ἐκφοβήσειν ὑπελάμβανε καὶ καταπλήξειν αὐτούς.