Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

αἰσχρῶς δὲ καὶ ἐπονειδίστως ἔνιοι τῶν ἀνδρῶν, τὴν τοῦ πυρὸς βίαν φεύγοντες, ὑπὸ τῶν πολεμίων διεφθείροντο, χωρὶς οὐ μόνον τῶν ὅπλων, ἀλλὰ καὶ τῶν ἱματίων, γυμνοὶ φονευόμενοι.

καθόλου δὲ πᾶς ἦν ὁ τόπος οἰμωγῆς, βοῆς ἀτάκτου, φόβου, ψόφου παρηλλαγμένου, σὺν δὲ τούτοις πυρὸς ἐνεργοῦ καὶ φλογὸς ὑπερβαλλούσης πλήρης·

ὧν ἓν ἱκανὸν [ὂν] ἐκπλῆξαι τὴν ἀνθρωπίνην φύσιν, μηδʼ ὅτι καὶ πάνθʼ ὁμοῦ συγκυρήσαντα παραδόξως.

διὸ καὶ τὸ γεγονὸς οὐδὲ καθʼ ὑπερβολὴν εἰκάσαι δυνατὸν οὐδενὶ τῶν ὄντων ἐστίν· οὕτως ὑπερπεπαίκει τῇ δεινότητι πάσας τὰς προειρημένας πράξεις.

ᾗ καὶ πολλῶν καὶ καλῶν διειργασμένων Σκιπίωνι κάλλιστον εἶναί μοι δοκεῖ τοῦτο τοὔργον καὶ παραβολώτατον τῶν ἐκείνῳ πεπραγμένων

οὐ μὴν ἀλλὰ τῆς ἡμέρας ἐπιγενομένης, καὶ τῶν πολεμίων τῶν μὲν ἀπολωλότων, τῶν δὲ προτροπάδην πεφευγότων, παρακαλέσας τοὺς χιλιάρχους ἐκ ποδὸς ἐπηκολούθει.

τὰς μὲν οὖν ἀρχὰς ὁ Καρχηδόνιος ὑπέμενε, καίπερ αὐτῷ προσαγγελίας γενομένης· τοῦτο δʼ ἐποίει πιστεύων τῇ τῆς πόλεως ὀχυρότητι.

μετὰ δὲ ταῦτα συνθεωρήσας τοὺς ἐγχωρίους στασιάζοντας, καταπλαγεὶς τὴν ἔφοδον τοῦ Σκιπίωνος, ἔφευγε μετὰ τῶν διασεσωσμένων· οὗτοι δʼ ἦσαν ἱππεῖς μὲν οὐκ ἐλάττους πεντακοσίων, πεζοὶ δὲ περὶ δισχιλίους.

οἱ δʼ ἐγχώριοι συμφρονήσαντες ἐπέτρεψαν περὶ σφῶν αὐτῶν τοῖς Ῥωμαίοις.

ὁ δὲ Πόπλιος τούτων μὲν ἐφείσατο, δύο δὲ τὰς παρακειμένας πόλεις ἐφῆκε τοῖς στρατοπέδοις διαρπάζειν, καὶ ταῦτα διαπραξάμενος αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ἐπανῄει παρεμβολήν.